Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
consuelda menor | sýmphyton petraîon σύμφυτον πετραῖον |
Symphytum tuberosum L. |
4.9 |
fol. fol.
υπα (481)
Texto provisional
<περὶ συμφύτου·> σύμφυτον πε-
τραῖον· φύεται ἐν πέτραις. κλωνία δὲ ἔχει ἐμφερῆ ὀριγάνῳ, λεπτόφυλλα, κεφάλια δὲ ὡς θύμου.
τὸ δ᾽ ὅλον ἐστὶ ξυλῶδες καὶ εὐῶδες, γλυκύ τε πρὸς τὴν γεῦσιν καὶ πτυέλου προκλητικόν· ῥί-
ζαν δὲ ἔχει μακράν, ὑπόπυρρον, ὅσον δακτύλου τὸ πάχος. τοῦτο ἑψηθὲν σὺν μελικράτῳ
fol. fol.
καὶ ποθὲν ἀνακαθαίρει τὰ ἐκ πνεύμονος καὶ τοῖς αἷμα ἀνάγουσι καὶ νεφριτικοῖς σὺν ὕδατι δίδοται. {2} σὺν δὲ οἴνῳ ἑψηθὲν πίνεται πρὸς δυσεντερίαν καὶ ῥοῦν γυναικεῖον ἐρυθρόν, σὺν ὀξυμέλιτι δὲ πρὸς σπάσματα καὶ ῥήγματα· καὶ ἄδιψον δέ ἐστι διαμασώμενον, ἁρμόζον καὶ ταῖς περὶ βρόγχον τραχύτησι· κολλᾷ καὶ τὰ νεότρωτα καὶ ἐντεροκήλας ἀποκρατεῖ καταπλασσόμενον, καὶ τὰ κρέα δὲ συμπήττει ἑψόμενον σὺν αὐτοῖς.