Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
pánace de Asclepio | pánax aklēpeîon (pánakes Asklēpeîon) πάναξ ἀκληπεῖον (πάνακες Ἀσκληπείον) |
Ferula nodosa L. |
3.49 |
τξγ (363)
Texto provisional
πάνακες Ἀσκληπί<ει>ον ἀνίησιν ἀπὸ γῆς καυλὸν λεπτόν, πηχυαῖον, γόνασι διειλημμένον, περὶ ὃν τὰ φύλλα ὅμοια μαράθῳ, μείζονα δὲ καὶ δασύτερα, εὐώδη, καὶ ἐπ᾽ ἄκρου σκιάδιον, ἐφ᾽ οὗ τὰ ἄνθη χρυσοειδῆ, δριμέα, εὐώδη· ῥίζα δὲ μικρά, λεπτή. δύναμιν δὲ ἔχει εὔθετον τὸ ἄνθος καὶ ὁ καρπὸς πρὸς ἕλκη καὶ φύματα καὶ φαγέδαιναν λεῖα σὺν μέλιτι ἐπιτιθέμενα, καὶ πρὸς ἑρπετὰ πινόμενα σὺν οἴνῳ καὶ συναλειφόμενα ἐλαίῳ. καλοῦσί τινες πάνακες καὶ τὴν ἀγρίαν ὀρίγανον, οἱ δὲ κονίλην, περὶ ἧς εἴρηται ἐν τοῖς περὶ ὀριγάνου.