Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
loto sagrado | lōtós ho en Aigýptō λωτὸς ὁ ἐν Αἰγύπτῳ |
Nelumbo nucifera Gaertn. |
4.113 |
φπε (585)
Texto provisional
λωτὸς ὁ ἐν Αἰγύπτῳ γεννώμενος ἐν τῷ ὕδατι τῶν πεδίων ἐπικλυσθέντων· καυλός ἐστι τῷ τοῦ κυάμου ἐμφερής, ἔχων ἄνθος λευκόν, ἐοικὸς κρίνῳ, ὅ φασι κατὰ τὰς ἀνατολὰς τοῦ ἡλίου ἀναπλοῦσθαι, δύνοντος δὲ μύειν καὶ ὅλην τὴν κωδύαν ἐν τῷ ὕδατι κρύπτεσθαι πάλιν τε πρὸς τὴν ἀνατολὴν τοῦ ἡλίου ὑπερκύπτειν. ἔοικε δ᾽ ἡ κωδύα μήκωνι μεγίστῃ, ἐν ᾗ καρπὸς ὡς κέγχρος, ὃν ξηράναντες οἱ ἐν Αἰγύπτῳ ἀλοῦσι πρὸς ἀρτοποιίαν· ῥίζα ὁμοία μήλῳ κυδωνίῳ, ἥτις καὶ αὐτὴ ἐσθίεται ἑφθή τε καὶ ὠμή· ἀναλογεῖ δὲ ἑψηθεῖσα τῇ ποιότητι λεκίθῳ ᾠοῦ.