Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
centaura menor | kentaúrion (kentaúreion) mikrón κενταύριον (κενταύρειον) μικρόν |
Centaurium erythraea L. |
3.7 |
fol. fol.
τκβ (322)
Texto provisional
<περὶ κενταυρίου μικροῦ· κ>ενταύρειον μικρόν, [οἱ δὲ λιμνήσιον, οἱ δὲ ἐλλεβο-
ρίτης, οἱ δὲ ἀμάραντον, προφῆται αἷμα Ἡρακλέους, Ῥωμαῖοι φεβριφούγιαμ, οἱ δὲ ἕρβα μουλτιράδιξ, Δάκοι τούλβηλα.] τινες λιμνήσιον καλοῦσιν, ἐπειδὴ ἐνίκμους φιλεῖ τόπους. ἡ πόα ὑπερικῷ καὶ ὀριγάνῳ παραπλήσιος, καυλὸν ἔχουσα ὑπὲρ σπιθαμήν, γεγωνιωμένον· ἄνθη ἐν τῷ φοινικῷ ὑποπόρφυρα πρὸς τὰ τῆς λυχνίδος, φύλλα μικρά, ὑπομήκη, ὥσπερ πηγάνου,
fol. fol.
καρπὸς πυροῖς ὅμοιος, ῥίζα μικρά, ἄχρηστος, γευομένῳ δὲ ἐμποιεῖ πικρίαν. {2} αὕτη κοπτομένη χλωρὰ καὶ καταπλασσομένη τραυμάτων ἐστὶ κολλητικὴ καὶ ἀνακαθαρτικὴ ἑλκῶν παλαιῶν καὶ ἀπουλωτική·ἀφεψηθεῖσα δὲ καὶ πινομένη ἄγει κατὰ κοιλίαν χολώδη καὶ παχέα, ἔγκλυσμά τε τὸ ἀφέψημα αὐτῆς ἐπὶ ἰσχιαδικῶν ἁρμόδιον, ἄγον αἷμα καὶ κουφίζον. ὁ δὲ χυλὸς πρός τε τὰ ὀφθαλμικὰ εὔχρηστος, ἀποκαθαίρων τὰ ἐπισκοτοῦντα ταῖς κόραις σὺν μέλιτι, καὶ ἐν προσθέτῳ ἐμμήνων ἀγωγὸς καὶ ἐμβρύων· ποθεὶς δὲ ἁρμόζει τοῖς περὶ νεῦρα πάθεσιν ἰδίως. {3} χυλίζεται δὲ συλλεγομένη ἡ πόα ἐγκύμων σπέρματος καὶ ἀποβρεχομένη ἡμέρας πέντε, εἶτα ἕψεται, ἄχρι ἂν ὑπερέχῃ τὸ ὕδωρ· εἶτα ψυγὲν ὑλίζεται δι᾽ ὀθονίου ῥιφθείσης τῆς πόας καὶ πάλιν ἕψεται μέχρι μελιτώδους συστάσεως. ἔνιοι δὲ χλωρὰν ἐγκύμονα αὐτὴν κόψαντες ἐκθλίβουσι τὸν χυλὸν καὶ βαλόντες εἰς κεραμεοῦν ἀκώνιστον ἀγγεῖον ἐν ἡλίῳ συστρέφουσι, κινοῦντες ἀεὶ ξύλῳ καὶ τὸ περιπηγνύμενον ἀποξύοντες καὶ τῷ ὑγρῷ μίσγοντες σκεπάζοντές τε νυκτὸς ἐπιμελῶς· ἡ γὰρ δρόσος κωλυτικὴ τῆς τῶν ὑγρῶν χυλῶν συστάσεως καθέστηκεν. {4} ὅσα μὲν οὖν ἐκ ξηρῶν τῶν ῥιζῶν ἢ βοτανῶν χυλίζεται, ἑψόμενα σκευάζεται ὡς ἡ γεντιανή· ὅσα δ᾽ ἐκ φλοιῶν ὑγρῶν ἢ ῥιζῶν ἢ βοτανῶν ἐκθλιβομένων, ἐν ἡλίῳ συστρέφεται, ὡς προείρηται. οὕτως καὶ ἡ θαψία καὶ μανδραγόρας καὶ ὀμφάκιον καὶ τὰ ὅμοια τούτοις χυλίζεται· λύκιον μέντοι καὶ ἀψίνθιον καὶ ὑποκιστὶς καὶ τὰ ὅμοια τούτοις ἑψόμενα συστρέφεται, ὅνπερ τρόπον προείρηται.