Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
liebre terrestre | lagōòs khersaîos λαγωὸς χερσαῖος |
Lepus timidus |
2.19 |
ρμη (148)
περὶ λαγωοῦ χερσαίου· τοῦ δὲ χερσαίου λαγωοῦ ὁ ἐγκέ-
φαλος ὀπτὸς βιβρωσκόμενος ὠφελεῖ τρόμους τοὺς κατὰ πάθος γινομένους, καὶ ὀδον-
τιάσεις ἐπὶ παίδων [1] παρατριβόμενος [2]. ἡ δὲ κεφαλὴ αὐτοῦ καεῖσα καὶ καταχρισθεῖσα μετὰ
στέατος ἀρκείου ἢ ὄξους ἀλωπεκίας θεραπεύει. ἡ δὲ πιτύα ποθεῖσα μετὰ ἡμέρας τρεῖς μετὰ
τὴν ἄφεδρον ἀτόκιον εἶναι ἱστορεῖται· ἐπέχει δὲ καὶ τὴν ἐκ μήτρας ῥύσιν καὶ κοιλίας,
ὠφελεῖ δὲ καὶ ἐπιλημπτικούς, καὶ πρὸς τὰ θανάσιμα μετ᾽ ὄξους πινομένη, μάλιστα δὲ
πρὸς γάλακτος θρόμβωσιν καὶ ἐχιδνῶν δήγματα. τὸ δὲ αἷμα αὐτοῦ θερμὸν καταχριόμενον
ἐφήλιδας καὶ ἀλφοὺς καὶ φακοὺς θεραπεύει.