Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cidra | mêla mēdiká μῆλα μηδικά |
Citrus medica L. |
1.115.5b |
περὶ μήλων μηδικῶν· τὰ δὲ μηδικὰ λεγόμενα ἢ περσικὰ ἢ κεδρόμηλα, ῥωμαιστὶ δὲ κίτρια,
πᾶσι γνώριμα· φυτὸν γάρ ἐστι καρποφοροῦν δι᾽ ὅλου τοῦ ἔτους ἐπαλλήλως, αὐτὸ δὲ τὸ
μῆλον ἐπίμηκες, ἐ<ρ>ρυτιδωμένον, χρυσίζον τῇ χρόᾳ, εὐῶδες μετὰ βάρους, σπέρμα ἔχον
ἀπίῳ ἐοικός. δύναμιν δὲ ἔχει ποθέν<τα> ἐν οἴνῳ ἀντενεργεῖν θανασίμοις κοιλίαν τε ὑ-
πάγειν, διάκλυσμά τέ ἐστι πρὸς εὐωδίαν στόματος τὸ ἀφέψημα καὶ ὁ χυλὸς αὐτῶν.
βιβρώσκεται δὲ μάλιστα ὑπὸ γυναικῶν πρὸς τὴν κίσσαν· φυλάττειν δὲ καὶ ἱμάτια δοκεῖ ἄ-
βρωτα ἐπιτιθέμενα κιβωτίοις.