Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
milenrama | stratiōtēs khilióphyllos στρατιώτης χιλιόφυλλος |
Achillea millefolium L. |
4.102 |
φοδ (574)
Texto provisional
στρατιώτης ὁ χιλιόφυλλος· ἔστι θαμνίσκος μικρός, σπιθαμιαῖος ἢ καὶ μείζων, ἔχων τὰ φύλλα ὅμοια νεοττοῦ πτερῷ· εἰσὶ δὲ αἱ ἐκφύσεις τῶν φύλλων σφόδρα βραχεῖαι, ἐσχισμέναι, ἔοικε δὲ μάλιστα τὰ φύλλα τῇ βραχύτητι κυμίνῳ ἀγρίῳ, καὶ ἔτι βραχύτερα, καὶ τὸ σκιάδιον δέ· πυκνότερον δὲ τοῦτο καὶ ἁδρότερον· ἔχει γὰρ ἐπ᾽ ἄκρου καρφία μικρά, ἐφ᾽ ὧν τὰ σκιάδιά ἐστιν ἀνήθου τρόπον, ἄνθη μικρά, λευκά. φύεται δὲ [μάλιστα] ἐν τόποις ἀργοῖς, ὑποτραχέσι καὶ μάλιστα περὶ τὰς ὁδούς. ἔστι δὲ ἡ βοτάνη αὕτη σφόδρα ἀγαθὴ πρὸς αἱμορραγίαν καὶ ἕλκη παλαιὰ καὶ πρόσφατα καὶ σύριγγας.