Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
bellota de perfume | bálanos myrepsikē βάλανος μυρεψική |
Moringa peregrina Pers. |
4.157 |
fol. fol.
χλβ (632)
Texto provisional
<περὶ βαλάνου μυρεψικῆς·> βάλανος μυρεψική·
καρπός ἐστι δένδρου μυρίκῃ ἐοικότος, ὅμοιος τῷ λεγομένῳ ποντικῷ καρύῳ, οὗ τὸ ἐντὸς θλιβόμενον
fol. fol.
ὥσπερ τὰ πικρὰ ἀμύγδαλα ἐξίησιν ὑγρόν, ᾧ εἰς τὰ πολυτελῆ μύρα ἀντὶ ἐλαίου χρῶνται. γεννᾶται δὲ ἐν Αἰθιοπίᾳ καὶ Αἰγύπτῳ καὶ Ἀραβίᾳ καὶ ἐν τῇ κατὰ Ἰουδαίαν Πέτρᾳ. διαφέρει δὲ αὐτῆς ἡ νέα καὶ πλήρης καὶ λευκὴ καὶ εὐλέπιστος, ἥτις μετ᾽ ὀξυκράτου ποθεῖσα λεία ὅσον ὁλκὴ δραχμῆς μιᾶς σπλῆνα τήκει· {2} καὶ καταπλάσσεται δὲ ἐπ᾽ αὐτῶν μετὰ αἰρίνου ἀλεύρου καὶ μελικράτου καὶ ἐπὶ ποδαγρικῶν, σὺν ὄξει δὲ ἀποσμᾷ ψώραν, λέπραν, ἀλφούς, οὐλὰς μελαίνας, σὺν οὔρῳ δὲ αἴρει φακούς, ἰόνθους, ἐφήλεις, ἐξανθήματα τὰ ἐν προσώπῳ, ἐμέτους τε κινεῖ καὶ κοιλίαν λύει μετὰ ὑδρομέλιτος. κακοστόμαχος δέ ἐστιν ἱκανῶς, καὶ τὸ ἐξ αὐτῆς δὲ ἔλαιον ποθὲν τὴν κοιλίαν ὑπάγει. στυπτικώτερος δ᾽ ἐστὶν ὁ φλοιὸς αὐτῆς· τὸ δὲ ἐκθλιβείσης αὐτῆς πίεσμα μείγνυται σμήγμασι τοῖς πρὸς τραχύτητας καὶ κνησμοὺς ἁρμόζουσιν.