Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
vino de rosas | rhodítēs [oînos] ῥοδίτης [οἴνος] |
- | 5.27 |
χϟγ (693)
Texto provisional
ῥοδίτης δὲ οὕτω σκευάζεται· ῥόδων ξηρῶν ἐπετείων κεκομμένων μνᾶν μίαν ἐνδήσας εἰς ὀθόνιον κάθες εἰς γλεύκους ξέστας εἴκοσι καὶ περισφήκου· μετὰ δὲ τρεῖς μῆνας διυλίσας μετάγγιζε καὶ ἀποτίθεσο. {2} χρήσιμος δὲ ἀπυρέτοις πρὸς στομάχου πόνον καὶ πέψεις ἐπιπινόμενος, πρός τε καθύγρους κοιλίας καὶ δυσεντερίας. σκευάζεται δὲ καὶ διὰ χυλοῦ ῥόδων καὶ μέλιτος μειγνυμένων, ὃ καλεῖται ῥοδόμελι, ἁρμόζον πρὸς τὰς ἐν ἀρτηρίᾳ τραχύτητας.