Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
laureola | daphnoeidés δαφνοειδές |
Daphne laureola L. |
4.146 |
χιθ (619)
Texto provisional
δαφνοειδές· [ὅμοιν ἀλύπῳ, ἄνθος ὡς νυμφαίας, καὶ μέσον τούτου κώνῳ ἐμφερές, ἐν ᾧ τὸ σπέρμα·] οἱ δὲ εὐπέταλον, οἱ δὲ χαμαιδάφνην, οἱ δὲ <εὔ>πεπλον καλοῦσι. θαμνίσκος ἐστὶ πήχεως τὸ ὕψος, ἔχων κλάδους πολλοὺς καὶ ἱμαντώδεις, πρὸς τῷ ἄνωθεν ἡμίσει φυλλοφόρους—φλοιὸς δὲ περὶ τὰς ῥάβδους γλίσχρος ἰσχυρῶς —φύλλα δάφνῃ ἐοικότα, μαλακώτερα δὲ καὶ ἰσχνότερα, οὐκ εὔκλαστα, δάκνοντα καὶ πυροῦντα τὸ στόμα καὶ <τὴν> φάρυγγα, ἄνθη λευκά, καρπὸν δὲ μέλανα, ὅταν πεπανθῇ· ῥίζα ἀχρεῖος. φύεται ἐν ὀρεινοῖς τόποις. ἄγει δὲ τὸ φύλλον αὐτοῦ ξηρὸν ἢ νεαρὸν ποθὲν κατὰ κοιλίαν φλεγματώδη· κινεῖ καὶ ἐμέτους καὶ ἔμμηνα, καὶ διαμασηθὲν ἀποφλεγματίζει· ἔστι δὲ καὶ πταρμικόν. καθαίρει δὲ καὶ ὁ καρπὸς αὐτοῦ ὅσον κόκκοι δέκα πέντε πινόμενοι.