Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
lechuga silvestre | thrídax, agría θρίδαξ, ἀγρία |
Lactuca serriola L. |
2.136.2 |
Texto provisional
ἡ δὲ ἀγρία θρίδαξ ἔοικε τῇ ἡμέρῳ, καυλωδεστέρα καὶ τοῖς φύλλοις λευκοτέρα καὶ ἰσχνοτέρα καὶ τραχυτέρα ὑπάρχουσα, πικρὰ δὲ πρὸς τὴν γεῦσιν. ὡμοίωται δὲ κατὰ ποσὸν τῇ δυνάμει μήκωνι, ὅθεν καὶ τὸν ὀπὸν αὐτῆς ἔνιοι μίσγουσι τῷ μηκωνίῳ. καθαίρει δὲ μετ᾽ ὀξυκράτου ποθεὶς ὁ ὀπὸς ὀβολῶν δυεῖν ὁλκὴ ὑδατώδη, ἀποκαθαίρει καὶ ἄργεμα καὶ ἀχλῦς, ποιεῖ καὶ πρὸς ἐπικαύσεις ἐγχριόμενος σὺν γυναικείῳ γάλακτι. {}3 ἔστι δὲ καθόλου ὑπνωτικὸς καὶ ἀνώδυνος· ἄγει δὲ καὶ ἔμμηνα, ποτίζεται δὲ καὶ πρὸς σκορπιοπλήκτους καὶ φαλαγγιοδήκτους. τὸ δὲ σπέρμα, ὥσπερ τὸ τῆς ἡμέρου ποθέν, ὀνειρωγμοὺς καὶ συνουσίαν ἀποστρέφει· δύναται δὲ καὶ ὁ χυλὸς πρὸς τὰ αὐτά, ἀσθενέστερον μέντοι. ἀποτίθεται δὲ ὁ ὀπὸς ἐν κεραμέοις ἀγγείοις προηλιαζόμενος ὥσπερ καὶ τὰ λοιπὰ χυλίσματα.