Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
chinches | kóreis κόρεις |
Cimex lectularius |
2.34 |
ρξγ (163)
περὶ κόρεων· κόρεις
οἱ ἀπὸ κλίνης ἐντιθέμενοι βρώμασι [μετὰ] κυάμων τὸν ἀριθμὸν ζ' καὶ καταπινόμενοι πρὸ
τῆς ἐπισημασίας ὠφελοῦσι τοὺς τεταρταίζοντας, καὶ ἀσπιδοδήκτους δὲ δίχα τῶν κυάμων
καταπλασθέντες [1], ὑστερικῶς τε πνιγομένας ἀνακαλοῦνται ὀσφραινόμενοι. σὺν [οἴνῳ δὲ ἢ]
ὄξει <δὲ> ποθέντες βδέλλας ἐξάγουσι, δυσουρίαν τε παύουσιν ἐντιθέμενοι τῷ οὐρητικῷ πόρῳ
λεῖοι.