Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
mercurio | hydrárgyros ὑδράργυρος |
- | 5.95 |
fol. fol.
ψξε (765)
Texto provisional
<περὶ ὑδραργύρου·>
ὑδράργυρος δὲ σκευάζεται ἀπὸ τοῦ μινίου λεγομένου, καταχρηστικῶς δὲ καὶ τούτου κινναβά-
ρεως λεγομένου· θέντες γὰρ ἐπὶ λοπάδος κεραμεᾶς κόγχον σιδηροῦν ἔχοντα κιννάβαρι, περι-
fol. fol.
καθάπτουσιν ἄμβικα περιαλείψαντες πηλῷ, εἶθ᾽ ὑποκαίουσιν ἄνθραξιν· ἡ γὰρ προσίζουσα τῷ ἄμβικι αἰθάλη ἀποψηχθεῖσα ὑδράργυρος γίνεται. {2} εὑρίσκεται δὲ καὶ ἐν τῷ μεταλλεύεσθαι τὸν ἄργυρον πρὸς ταῖς στέγαις κατὰ σταλαγμοὺς συνεστῶσα. ἔνιοι δὲ ἱστοροῦσι καὶ καθ᾽ ἑαυτὴν ἐν τοῖς μετάλλοις εὑρίσκεσθαι τὴν ὑδράργυρον. φυλάττεται δὲ ἐν ὑελοῖς ἢ μολυβοῖς ἢ κασσιτερίνοις ἢ ἀργυροῖς ἀγγείοις· τὴν γὰρ ἄλλην πᾶσαν ὕλην διεσθίει καὶ ἀπορρεῖ. {3} δύναμιν δὲ ἔχει φθαρτικὴν ποθεῖσα, τῷ βάρει διαβιβρώσκουσα τὰ ἐντός. βοηθεῖται δὲ γάλακτι πολλῷ πινομένῳ καὶ ἐξεμουμένῳ, ἢ οἴνῳ σὺν ἀψινθίῳ ἢ σελίνου ἢ ὁρμίνου σπέρματι, ἢ ὀριγάνῳ ἢ ὑσσώπῳ σὺν οἴνῳ.