Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
alpiste | phálaris (phalerís) φάλαρις (φαληρίς) |
Phalaris canariensis L. |
3.142 |
υνη (458)
Texto provisional
φαληρίς· καυλία ἀνίησιν ἐκ ῥιζῶν λεπτῶν καὶ ἀχρήστων πολλά, διπάλαιστα, γονατώδη, καλαμοειδῆ, ἐοικότα τοῖς τῆς ζέας, ἰσχνότερα μέντοι καὶ γλυκέα τῇ γεύσει· καὶ τὰ φύλλα δὲ ὅμοια τοῖς τῆς ζέας, σπέρμα δὲ ἔπεστι μέγεθος κέγχρου, λευκόν, ὑπόμηκες. δύναμιν δὲ ἔχει ἡ πόα κοπτομένη καὶ χυλιζομένη δι᾽ ὕδατος ἢ οἴνου πρὸς τὰ τῆς κύστεως ἀλγήματα πινομένη ποιεῖν· καὶ τοῦ σπέρματος δὲ μεθ᾽ ὕδατος κοχλιαρίου πλῆθος πινόμενον πρὸς τὰ αὐτὰ ποιεῖ.