Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
canelero de China | kassía κασσία |
Cinnamomum aromaticum Nees |
1.13 |
ιγ (13)
περὶ κασσίας· κασσία δέ ἐστι
πλείονα εἴδη περὶ τὴν ἀρωματοφόρον ἀραβίαν γεννώμενα· ἔχει δὲ ῥάβδον παχύ-
φλοιον, φύλλα δὲ ὡς πεπέρεως. ἐκλέγου δὲ τὴν ἔγκιρρον, εὔχρουν, κορα<λ>λίζουσαν,
στενήν, λείαν, μακρὰν καὶ παχεῖαν τοῖς συριγγίοις [πλήρη], δηκτικὴν ἐν τῇ γεύσει
καὶ στύφουσαν μετὰ ποσῆς πυρώσεως, ἀρωματίζουσαν, οἰνίζουσαν τῇ ὀσμῇ.
ἡ δὲ τοιαύτη ὑπὸ τῶν ἐπιχωρίων ἄχυ καλεῖται, δαφνῖτις δὲ προσαγορεύεται
ὑπὸ τῶν ἐν ἀλεξανδρείᾳ ἐμπόρων. πρὸ δὲ ταύτης ἐστὶν ἡ μέλαινα καὶ ἐμ-
πόρφυρος, παχεῖα, ζίγιρ [1] καλουμένη, ῥοδίζουσα τῇ ὀσμῇ, μάλιστα πρὸς τὴν ἰατρι-
κὴν χρῆσιν [2] εὔθετος, δευτερεύει δὲ ἡ προειρημένη, τρίτη δέ ἐστιν ἡ καλουμένη
βλαστὸς [3] μουσηλητικός [4]. αἱ δὲ λοιπαὶ εὐτελεῖς, ὡς ἡ καλουμένη ἀσυφήμων [5],
μέλαινα καὶ ἀηδὴς καὶ λεπτόφλοιος ἢ καὶ φλοιορραγής, ὡς καὶ ἡ κιττὼ καὶ
δάρκα καλουμένη.