Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
orina | oûron οὖρον |
- | 2.81 |
fol. fol.
σι (210)
περὶ οὔρου· οὖρον ἀν<θρώπ>ου τὸ ἴδιον ποθὲν πρὸς [ὑπὸ] ἐχίδνης δήγματα ἁρμόζει καὶ
πρὸς θανάσιμα καὶ ἀρχομένους ὕδρωπας, καὶ πρὸς δῆξιν [1] τῶν θαλασσίων ἐχίδνων [2]
καὶ σκορπίου θαλασσίου καὶ δράκοντος ἐπαντλούμενον. τὸ δὲ κυνῶν [3] ἐπάντλημα
κυνοδήκτοις, καὶ πρὸς λέπρας καὶ κνησμοὺς σμῆγμα σὺν νίτρῳ. τὸ <δὲ> παλαιὸν σμη-
κτικώτερον ἀχώρων, πιτύρων, ψωρῶν, ἐκζεσμάτων, νομάς τε ἐπέχει καὶ <μάλιστα> τὰς
fol. fol.
ἐν αἰδοίοις ἐγκλυζόμενον, καὶ ὦτα πυορροοῦντα στεγνοῖ· ἐκβάλλει δὲ καὶ τοὺς ἐν αὐτοῖς σκώ-
ληκας ἑψόμενον ἐν σιδίοις [4] ῥόας. {2} τὸ δὲ τοῦ ἀφθόρου παιδὸς καταρροφούμενον ὀρθοπνοίαις ἁρ-
μόζει, ἑψηθὲν δὲ ἐν χαλκῷ σὺν μέλιτι οὐλὰς καὶ ἄργεμα καὶ ἀχλῦς ἀποσμήχει. κατασκευά-
ζεται δὲ δι᾽ αὐτοῦ καὶ τοῦ κυπρίου χαλκοῦ ἁρμόζουσα ἐπὶ τοῦ χρυσίου κόλλα. ἡ δὲ ὑποστάθ-
μη τοῦ οὔρου καταχρισθεῖσα ἐρυσιπέλατα παύει. ἀναζεσθεῖσα δὲ σὺν κυπρίνῳ καὶ προσ-
τεθεῖσα ὀδύνην ὑστέρας παρηγορεῖ <καὶ> ὑστερικῶς πνιγομένας κουφίζει, βλέφαρά τε ἀποσμή-
χει καὶ οὐλὰς τὰς ἐν ὀφθαλμοῖς ἀποκαθαίρει. τὸ δὲ ταύρειον σὺν σμύρνῃ λεανθὲν καὶ
ἐνσταγὲν ὠταλγίας παρηγορεῖ, καὶ τὸ συάγρειον δὲ τῆς αὐτῆς ἔχεται δυνάμεως, ἰδιαίτερον δὲ
τοὺς ἐν κύστει λίθους θρύπτει καὶ ἐκκρίνει πινόμενον. {3} αἰγὸς δὲ ὕδρωπα τὸν ὑπὸ σάρκα πι-
νόμενον μετὰ νάρδου στάχυος καθ᾽ ἑκάστην ἡμέραν σὺν ὕδατι κυάθων πλῆθος β' <ταπεινοῖ>, ἄγον οὖρα [5]
<καὶ τὰ> κατὰ τὴν κοιλίαν· ἰᾶται δὲ καὶ ὠταλγίας ἐνσταζόμενον. [ὄνου δὲ οὖρον παραδέδοται νεφριτικοὺς
ὑγιάζειν] [6]. τὸ δὲ τῆς λυγγός, ὃ δὴ λυγγούριον καλεῖται, ἅμα τῷ ἐξουρηθῆναι λιθοῦσθαι πι-
στεύται [7]· διὸ καὶ ματαίαν ἔχει τὴν ἱστορίαν. ἔστι γὰρ τὸ καλούμενον ὑπ᾽ ἐνίων ἤλεκτρον
πτερυγοφόρον, ὅπερ ποθὲν σὺν ὕδατι στομάχῳ καὶ ῥευματιζομένῃ κοιλίᾳ ἁρμόζει.
ὄνου δὲ οὖρον παραδέδοται πινόμενον νεφριτικοὺς ὑγιάζειν.