Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
argadillo | holósteon ὁλόστεον |
Plantago albicans L. |
4.11 |
υπγ (483)
Texto provisional
ὁλόστεον· πόα ἐστὶ μικρὰ ὑπὲρ γῆς ὡς τριῶν δακτύλων ἢ τεσσάρων· φύλλα δὲ ἔχει καὶ κλήματα κορωνόποδι παραπλήσια ἢ ἀγρώστει, στυπτικά, ῥίζαν δὲ σφόδρα λεπτὴν ὡς τρίχα, λευκήν, οἰνώδη, μῆκος δὲ δακτύλων τεσσάρων· φύεται ἐν γεωλόφοις. δύναται καὶ αὕτη συνεψομένη συνάγειν τὰ κρέα, καὶ πρὸς ῥήγματα δὲ σὺν οἴνῳ ποτίζεται.