Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
alholva | têlis τῆλις |
Trigonella foenum-graecum L. |
2.102 |
σλα (231)
περὶ τήλεως· τῆλις·
[οἱ δὲ τήλεως καρπός [1], οἱ δὲ βούκερας, οἱ δὲ αἰγόκερως [2], οἱ δὲ κεραῖτις, οἱ δὲ λωτόν,
ῥωμαῖοι φαίμ γραίκου [3], αἰγύπτιοι ἴτασιν.] καὶ τὸ ἐκ τῆς τήλεως ἄλευρον [4] μαλακτι-
κήν [καὶ διαλυτικὴν] ἔχει δύναμιν. καταπλασσόμενον δὲ λεῖον σὺν μελικράτῳ ἑφθὸν ποιεῖ πρὸς
φλεγμονὰς τὰς ἐντὸς καὶ ἐκτός, σὺν νίτρῳ δὲ καὶ ὄξει λεῖον καταπλασθὲν σπλῆνα μειοῖ.
τὸ δὲ ἀφέψημα αὐτῆς ἐγκάθισμα εἰς τὰ γυναικεῖα, ὅσα κατὰ φλεγμονὰς [5] ἢ μύσιν
συνίσταται. {2} σμήχει δὲ καὶ τρίχας καὶ πίτυρα καὶ ἀχῶρας τὸ ἀπόθλιμμα αὐτῆς ἐν ὕδα-
τι ἑψηθείσης, σὺν στέατι δὲ χηνείῳ προστίθεται ἀντὶ πεσσοῦ, μαλάσσον καὶ ἀνευρῦνον
τοὺς περὶ τὴν ὑστέραν τόπους. χλωρὰ δὲ μετ᾽ ὄξους ἀτονοῦσι τὰς τούτου[ς] [6] καὶ εἱλκωμένους [7]
ἁρμόζει, τὸ δὲ ἀφέψημα αὐτῆς πρὸς τεινεσμὸν καὶ δυσώδη ὑποχωρήματα δυνεντε-
ρικά· τὸ δὲ ἀπ᾽ αὐτῆς ἔλαιον μετὰ μυρσίνης σμήχει τρίχας οὐλάς τε τὰς ἐν αἰδοίοις.