Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
salmuera de vinagre con tomillo | thymoxálmē θυμοξάλμη |
- | 5.16 |
χπβ (682)
Texto provisional
θυμοξάλμῃ ἐχρῶντο οἱ ἀρχαῖοι ἐπὶ τῶν ἀσθενῆ τὸν στόμαχον ἐχόντων, κατὰ τρεῖς ἢ τέσσαρας κυάθους πρὸς ὕδωρ θερμὸν κεραννύντες καὶ διδόντες, καὶ ἐπὶ ἀρθριτικῶν καὶ πνευματουμένων· ἄγει δὲ παχέα καὶ μέλανα. σκευάζεται δὲ οὕτω· θύμου λείου ὀξύβαφον, ἁλῶν ἴσον, ἀλφίτου, <πηγάνου>, γλήχωνος, ἑκάστου ὀλίγον, βαλὼν εἰς ἄγγος ἐπίχει ὕδατος κοτύλας 23, ὄξους ἡμικοτύλιον, περιθείς τε ὀθόνιον ἐξαιθρίαζε.