Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
médula | myelós μυελός |
- | 2.77 |
fol. fol.
σϚ (206)
περὶ μυελ.· μυελῶν δὲ κράτιστός ἐστιν ὁ ἐλάφειος, εἶτα μό-
σχειος καὶ μετὰ τοῦτον ταύρειος, εἶτα αἴγειος καὶ προβάτειος. συνίσταται δὲ θέρους τοῦ
συνεγγίζοντος τῷ φθινοπώρῳ· ἐν γὰρ τοῖς ἄλλοις καιροῖς αἱμαλωπίς [1] καὶ οἱονεὶ σὰρξ εὔ-
θρυπτος ἐν τοῖς ὀστέοις εὑρίσκεται. ἔστι δὲ δύσγνωστος, ἐὰν μή τις αὐτὸν ἐξοστείσας ἴδῃ
καὶ ἀποθῆται. ἅπαντες δέ εἰσι μαλακτικοί, ἀραιωτικοί, θερμαντικοί, πληρωτικοὶ ἑλκῶν· ὁ δὲ
ἐλάφειος περιχρισθεὶς καὶ θηρία διώκει. {2} θεραπεύεται <δὲ> ὁ πρόσφατος μαλαχθεὶς ὡς στέαρ, παραχεόμενον [2]
ὕδατι [3], ἐκλεγομένων τῶν ὀστέων, εἶτα δι᾽ ὀθόνης ὑλισθεὶς καὶ ὡσαύτως πλυθείς, ἄχρι ἂν οὗ τὸ ὕδωρ
fol. fol.
καθαρὸν γένηται· ἔπειτα ἐν διπλώματι τακείς, ἐπαναλημφθείσης [4] πτερῷ τῆς ἐπινηχομένης
ῥυπαρίας, καὶ διυλισθεὶς εἰς θυίαν, μετὰ τὸ παγῆναι ἀποτίθεται ἐν ὀστρακίνῳ ἀγγείῳ καινῷ, ἀπε-
ξυσμένης ἐπιμελῶς τῆς ὑποστάθμης. εἰ δ᾽ ἀθεράπευτον ἀποτίθεσθαι βούλει, ποίει πάντα, ὡς ἐπὶ
τοῦ ὀρνιθείου καὶ χηνείου στέατος ὑπεδείξαμεν.