Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
azucena | krínon basilikón κρίνον βασιλικόν |
Lilium candidum L. |
3.102 |
υιη (418)
Texto provisional
κρίνον [βασιλικόν· οἱ δὲ κρινάνθεμον, οἱ δὲ καλλείριον, οἱ δὲ λείριον, οἱ δὲ σούσινον, προφῆται αἷμα Ἄρεως, Ὀσθάνης αὔρα κροκοδείλου, Αἰγύπτιοι σομφαιφού, οἱ δὲ ὀμβρισεδώ, οἱ δὲ τίαλος, οἱ δὲ λαρσάορα, Ῥωμαῖοι λίλιουμ, οἱ δὲ ῥόσα Ἰουνώνις, οἱ δὲ λίλιουμ ἄλβουμ, Σύροι σασά, Ἄφροι ἀβοίβλαβον.] οὗ τὸ ἄνθος στεφανωματικόν ἐστι, καλούμενον ὑπ᾽ ἐνίων λείριον, ἀφ᾽ οὗ καὶ τὸ χρίσμα κατασκευάζεται, ὅ τινες λείρινον, οἱ δὲ σούσινον καλοῦσι, μαλακτικὸν ὂν νεύρων καὶ ἰδίως τῶν περὶ μήτραν σκληριῶν. τῆς πόας τὰ φύλλα δύναμιν ἔχει καταπλασσόμενα ἑρπετοδήκτοις βοηθεῖν· ποιεῖ καὶ πρὸς κατακαύματα ζεσθέντα, ταριχευθέντα δὲ ἐν ὄξει τραυματικὰ γίνεται. {2} ὁ δὲ χυλὸς αὐτῶν μιγεὶς ὄξει καὶ μέλιτι ἑψηθείς τε ἐν χαλκώματι ὑγρὸν γίνεται φάρμακον πρὸς παλαιὰ ἕλκη καὶ πρόσφατα τραύματα. ἡ δὲ ῥίζα ἑψηθεῖσα <λεία> σὺν ῥοδίνῳ πυρίκαυτα ἰᾶται καὶ ὑστέραν μαλάσσει καὶ ἔμμηνα ἄγει καὶ ἕλκη κατουλοῖ· σὺν μέλιτι δὲ λεανθεῖσα νεύρων διακοπὰς καὶ στρέμματα ἰᾶται καὶ ἀλφοὺς ἀποκαθαίρει καὶ λέπρας καὶ πίτυρα καὶ ἀχῶρας σμήχει, τό τε πρόσωπον καθαίρει καὶ ἀρρυτίδωτον ποιεῖ σμηχομένη· σὺν ὄξει δὲ λεία ἢ σὺν ὑοσκυάμου φύλλοις καὶ ἀλεύρῳ πυρίνῳ ὄρχεων φλεγμονὰς παραιτεῖται. τὸ δὲ σπέρμα ἑρπετῶν <δηγμάτων> πότημα ἀντιφάρμακον, ἐρυσιπελάτων τε κατάπλασμα σὺν οἴνῳ λεανθέντα τό τε σπέρμα καὶ τὰ φύλλα. φασὶ δέ τινες καὶ πορφυρᾶ ἄνθη κρίνων γίνεσθαι· ἐνεργέστατα δὲ γεννᾶται ἐν τῇ Συρίᾳ καὶ ἐν Πισιδίᾳ τῆς Παμφυλίας πρὸς τὴν τοῦ χρίσματος κατασκευήν.