Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
comino de Marsella | séseli Massaliōtikón σέσελι Mασσαλιωτικόν |
Seseli tortuosum L. |
3.53 |
τξζ (367)
Texto provisional
σέσελι Μασσαλιωτικὸν· [οἱ δὲ σφάγνον.] φύλλα ἔχει μαράθῳ ἐοικότα, παχύτερα δὲ καὶ τὸν καυλὸν εὐερνέστερον ἔχει, σκιάδιον δὲ ἀνήθῳ ὅμοιον, ἐφ᾽ οὗ ὁ καρπὸς ὑπομήκης, γεγωνιωμένος, δριμύς, βιβρωσκόμενος ἡδέως, ῥίζα μακρά, εὐώδης. δύναμιν δὲ ἔχει ὁ καρπὸς καὶ ἡ ῥίζα θερμαντικήν. πινόμενα δὲ στραγγουρίαν ἰᾶται καὶ ὀρθόπνοιαν· ὠφελεῖ δὲ καὶ ὑστερικὰς πνίγας καὶ ἐπιλημπτικούς, ἔμμηνά τε ἄγει καὶ ἔμβρυα καὶ πρὸς τὰ ἐντὸς πάντα ποιεῖ καὶ βῆχας ἰᾶται παλαιάς, πινόμενός τε μετὰ οἴνου ὁ καρπὸς πεπτικός ἐστι καὶ στρόφων λυτικὸς ἠπιάλοις τε χρήσιμος καὶ πρὸς τοὺς ἐν ὁδοῖς κρυμοὺς σὺν πεπέρει καὶ οἴνῳ πίνεται· δίδοται δὲ καὶ αἰξὶ καὶ τοῖς λοιποῖς κτήνεσι ποτὸν πρὸς εὐτοκίαν.