περὶ κούρμιθος· καὶ τὸ καλούμενον δὲ κοῦρμι, σκευα-
ζόμενον δ᾽ ἐκ τῆς κριθῆς, ᾧ καὶ ἀντὶ οἴνου πόματι πολλάκις χρῶνται, κεφαλαλγές ἐστι
καὶ κακόχυμον καὶ τοῦ νεύρου
[1] βλαπτικόν· σκευάζεται δὲ καὶ ἐκ πυρῶν τοιαῦτα πόματα,
ὡς ἐν τῇ πρὸς ἑσπέραν ἰβηρίᾳ καὶ βρεττανίᾳ.