Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cera | kērós κηρός |
- | 2.83 |
fol. fol.
σιβ (212)
περὶ κήρου·
κηρὸς ἄριστός ἐστιν ὁ ὑπόκιρρος καὶ ὑπολίπαρος, εὐώδης τὲ [1] καὶ ποσὴν μελιτώδη ἀποφορὰν
ἔχων, ἔτι δὲ καθαρὸς καὶ γένει κρητικὸς ἢ ποντικός· ὁ δὲ ἔκλευκος τῇ φύσει δὲ [2] λιπαρὸς
δευτερεύει. λευκαντέον δὲ κηρὸν οὕτω<ς>· κατακνίσας αὐτοῦ τὸ λευκὸν καὶ καθαρὸν [3] ἔμβαλε
εἰς χύτρον [4] καινόν, καὶ ἐπιχέας θαλάσσης πελαγίας τὸ αὔταρκες ἕψε βραχὺ νίτρον προ-
σεμπάσας. ὅτε [5] δὲ ἀναζέσει [6] δὶς ἢ τρίς, καθελὼν τὴν χύτραν καὶ ἐάσας ψυχθῆναι [7], ἀνελοῦ
τὸν τροχίσκον καὶ ἀποξύσας, εἴ τις περὶ αὐτὸν ὑπάρχοι ῥυπαρία, ἕψε ἐκ δευτέρου, ἄλλο <ὕδωρ> θα-
λάσσιον ἐπιδούς. {2} ἀναζέσαντος δὲ πάλιν τοῦ κηροῦ, ὡς δεδήλωται, ἀνελοῦ [8] τὸ ἀγγεῖον ἀπὸ τοῦ
πυρὸς καὶ λαβὼν καινοῦ χυτριδίου τὸν πυθμένα, προνενοτισμένον ὕδατι ψυχρῷ, κάθες
πραέως εἰς τὸν κηρόν, ἀκροθιγῶς ἐμβάπτων πρὸς τὸ ἐλάχιστόν τι αὐτοῦ ἀφέλκεσθαι [9] καὶ θάτ-
τον [10] πήγνυσθαι. ἀνελόμενος δὲ τὸν πρῶτον κυκλίσκον ἀφαιροῦ, καὶ ἐκ δευτέρου κάθες τὸν πυ-
θμένα ψύχων ὕδατι, καὶ τὸ αὐτὸ ποίει, ἕως ἂν ἅπαντα ἀναλάβῃς. λοιπὸν λίνῳ διείρας
τὰ κυκλίσκια διεστῶτα ἀπ᾽ ἀλλήλων κρέμασον, ἡμέρας μὲν εἰς ἥλιον συνεχῶς ἐπινοτίζων αὐτά,
νυκτὸς δὲ ὑπὸ τὴν σελήνην τίθει, ἕως ἂν λευκὰ γένηται. εἰ δὲ ἄγαν τις θέλοι λευκὸν ποιῆσαι, [11] ὡσαύτως ἐνεργεί-
τω, ἑψέτω δὲ πλεονάκις. {3} τινὲς δὲ ἀντὶ <τῆς> πελαγίας θαλάσσης ἐν ἅλμῃ δριμυτάτῃ ἕψουσι τὸν
προειρημένον τρόπον ἅπαξ ἢ δίς, εἶτα ἀναιροῦνται λαγινίῳ [12] λεπτῷ καὶ περιφερεῖ, λαβὴν ἐν ἑαυτῷ
fol. fol.
ἔχοντι, εἶτα <τὰ> κυκλίσκια ἐπὶ πόας πυκνῆς ἐπιθέντες ἡλιάζουσιν, ἕως [13] ἂν λευκότατα γένηται· παραι-
νοῦσι δὲ ἔαρος ἐπὶ τοῦτο ἔρχεσθαι, ὅτε καὶ ὁ ἥλιος τῇ σφοδρότητι ἀνεῖται καὶ νοτίδα παρέχει, πρὸς
τὸ μὴ τήκεσθαι. δύναμιν δὲ ἔχει πᾶς κηρὸς θερμαντικήν, μαλακτικήν, πληρωτικήν τε μετρίως.
μίγνυται δὲ καὶ ῥοφήμασιν ἐπὶ τῶν δυσεντερικῶν, καταπινόμενος δὲ μεγέθη κεγχριαῖα δέκα
οὐκ ἐᾷ τυροῦσθαι ἐπὶ τῶν τιθηνουσῶν τὸ γάλα.