Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
perfume de gálbano | metōpion mýron μετώπιον μύρον |
Ferula marmarica L. |
1.59 |
νθ (59)
περὶ μετωπίου·
σκευάζεται καὶ [1] ἐν Αἰγύπτῳ μύρον, ἐπιχωρίως ὑπ᾽ αὐτῶν καλούμενον μετώπιον διὰ τὴν τῆς
χαλβάνης μεῖξιν· τὸ γὰρ ξύλον, ἐξ οὗ γεννᾶται ἡ χαλβάνη, μετώπιον [2] καλεῖται. δι᾽ ἀμυγδάλων δὲ
πικρῶν καὶ ἐλαίου ὀμφακίνου καὶ καρδαμώμου καὶ σχ<ο>ίνου [τε] καὶ καλάμου καὶ μέλιτος καὶ οἴ-
νου καὶ σμύρνης καὶ βαλσάμου καρποῦ καὶ χαλβάνης καὶ ῥητίνης συντίθεται. δόκιμον δέ
ἐστι τὸ βαρύοσμον καὶ λιπαρόν, ἐμφαῖνον μᾶλλον τοῦ καρδαμώμου καὶ τῆς σμύρνης ἤπερ τῆς
χαλβάνης. {2} σφόδρα δὲ θερμαίνει καὶ πυροῖ καὶ ἀναστομοῖ ἐπισπᾶταί δὲ [3] καὶ καθαίρει ἕλκη, πρός
τε νεῦρα καὶ μύας διακοπέντα ποιεῖ, ὑδροκήλας τε σὺν σηπταῖς. μίγνυται δὲ καὶ μαλάγ-
μασι καὶ κηρωταῖς, πρός τε ῥίγη καὶ ὀπισθοτονικῶς σπωμένους χρησιμεύει. κινεῖ δὲ καὶ ἱ-
δρῶτας καὶ ἀναστομοῖ τὰ περὶ τὴν ὑστέραν καὶ σκληρίας τὰς περὶ αὐτὴν χαλᾷ, καὶ καθόλου
μαλακτικὴν ἔχει τὴν δύναμιν.