Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
gordolobo | phlómos φλόμος |
Verbascum orientale (L.) All. Phlomis lychnitis L. |
4.103 |
fol. fol.
φοε (575)
Texto provisional
<περὶ φλόμου·> φλόμος· [οἱ δὲ φλόνον, ῥωμαῖοι βερβάσκλουμ, οἱ δὲ φημινάλε.]
fol. fol.
τὴν μὲν ἀνωτάτω διαφορὰν ἔχει διττήν· ἡ μὲν γάρ <τίς> ἐστιν αὐτῆς λευκὴ ἡ δὲ μέλαινα, καὶ τῆς λευκῆς ἡ μὲν θήλεια ἡ δὲ ἄρρην. τῆς μὲν οὖν θηλείας τὰ φύλλα παραπλήσιά ἐστι κράμβῃ, δασύτερα δὲ πολλῷ καὶ πλατύτερα καὶ λευκά, καυλὸς πήχεως ἢ καὶ μείζων, λευκός, ὑπόδασυς, ἄνθη λευκά, ὕπωχρα, σπέρμα μέλαν· ῥίζα δὲ μακρά, στρυφνή, πάχος ἔχουσα δακτύλου. φύεται δὲ ἐν πεδίοις. καὶ ἡ ἑτέρα, ἄρρην δὲ καλουμένη, λευκόφυλλος, ὑπομήκης δὲ καὶ στενοτέρα τοῖς φύλλοις καὶ τῷ καυλῷ λεπτοτέρα. {2} ἡ δὲ μέλαινα ὁμοία ταῖς λευκαῖς κατὰ πάντα, πλατυφυλλοτέρα μέντοι καὶ μελαντέρα τοῖς φύλλοις ὑπάρχει. γίνεται καὶ ἡ λεγομένη ἀγρία, ῥάβδους ὑψηλὰς φέρουσα καὶ δενδρώδεις, φύλλα ἐλελισφάκῳ ὅμοια· ἔχει δὲ κύκλῳ περὶ ταῖς ῥάβδοις ὥσπερ τὸ πράσιον ἄνθος μήλινον, χρυσοειδές. εἰσὶ δὲ καὶ φλομίδες διπλαῖ, δασεῖαι, προσφυεῖς τῇ γῇ, στρογγύλα ἔχουσαι τὰ φύλλα, καὶ τρίτη φλομίς, ἡ καλουμένη λυχνῖτις, ὑπὸ δέ τινων θρυαλλίς, φυλλάρια τρία ἢ τέσσαρα ἢ καὶ πλείονα ἔχουσα, παχέα, δασέα, λιπαρά, εἰς ἐλλύχνια χρήσιμα. {3} τῶν μὲν οὖν πρώτων δύο ἡ ῥίζα στυπτική· ὅθεν διαρροιζομένοις ὅσον ἀστράγαλος σὺν οἴνῳ ὠφελίμως ἐν ποτῷ δίδοται· τὸ δὲ ἀφέψημα αὐτῆς ῥήγμασι καὶ σπάσμασι καὶ θλάσμασι καὶ βηχὶ παλαιᾷ ἀρήγει, ὀδονταλγίαν τε πραΰνει διακλυζόμενον. ἡ δὲ χρυσοειδὴς τὰ ἄνθη τρίχας βάπτει καὶ ὅπου ἂν τεθῇ σίλφας συνάγει. τὰ δὲ φύλλα ἑφθὰ ἐν ὕδατι πρὸς οἰδήματα καὶ ὀφθαλμῶν φλεγμονὰς καταπλάσσεται, καὶ πρὸς σφακελίζοντα ἕλκη σὺν μέλιτι ἢ οἴνῳ, σὺν δὲ ὄξει τραύματα θεραπεύει καὶ σκορπιοπλήκτοις βοηθεῖ. τὰ δὲ τῆς ἀγρίας φύλλα πυρικαύτων ἐστὶ κατάπλασμα, τὰ δὲ τῆς θηλείας φύλλα φασὶ μετὰ σύκων ξηρῶν συντιθέμενα ἄσηπτα αὐτὰ διαφυλάσσειν.