Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
milenrama | Akhílleios ἀχίλλειος |
Achillea millefolium L. |
4.36 |
φη (508)
Texto provisional
Ἀχίλλειος· [οἱ δὲ μυριόμορφον, οἱ δὲ χιλιόφυλλον, οἱ δὲ στρατιωτικόν, οἱ δὲ σιδηρῖτιν, οἱ δὲ Ἡράκλειον, Ῥωμαῖοι σουπερκίλιουμ βένερις, οἱ δὲ κο<ριάνδ>ρουμ σιλβάτικουμ, οἱ δὲ μιλιτάρεμ, οἱ δὲ μιλλεφόλλιουμ, Ἄφροι ἀστιρχιλλόθ.] καλοῦσί τινες καὶ τὴν Ἀχίλλειον σιδηρῖτιν. φέρει δὲ ῥαβδία σπιθαμιαῖα ἢ καὶ μείζω, ἀτρακτοειδῆ, καὶ περὶ αὐτοῖς φυλλάρια λεπτά, ἐντομὰς πυκνὰς ἐκ πλαγίων ἔχοντα, προσεμφερῆ κορίῳ, ὑπόπικρα, γλίσχρα, πολύοσμα, οὐκ ἀηδῆ, φαρμακώδη δὲ τὴν ὀσμήν, σκιάδιον ἐπ᾽ ἄκρου περιφερές, ἄνθη λευκά, εἶτα χρυσίζοντα· φύεται ἐν εὐγείοις τόποις. καὶ τούτου ἡ κόμη λεία ἐναίμων ἐστὶ κολλητικὴ καὶ ἀφλέγμαντος, αἱμορραγίας τε ἐφεκτικὴ καὶ τῆς ἐκ μήτρας ἐν προσθέτῳ· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς ἐστιν ἐγκάθισμα ῥοϊκαῖς· πίνεται δὲ καὶ πρὸς δυσεντερίαν.