Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cornicabra | katanánkē κατανάγκη |
Ornithopus compressus L. |
4.131 |
χε (605)
Texto provisional
κατανάγκη· [οἱ δὲ δαμναμένη, οἱ δὲ Διονυσιάς, οἱ δὲ θύρσιον, οἱ δὲ δῆμος, οἱ δὲ κῆμος, οἱ δὲ κρότιον, προφῆται ἀχαράς, οἱ δὲ ἀρκοπόδιον, Ῥωμαῖοι ἕρβα φιλίκλα, οἱ δὲ δατίοκα, οἱ δὲ Ἰόβις μάνους, Δάκοι καρωπίθλα. κατανάγκη ἑτέρα.] ἡ μέν τις ἔχει φύλλα μικρὰ ὡς κορωνόποδος, ῥίζαν λεπτὴν ὡς σχοίνου, κεφαλὰς δὲ ὡς ὀρόβου ἓξ ἢ ἑπτά, ἐν αἷς καρπὸς ὅμοιος ὀρόβῳ· κάμπτεται δὲ ξηραινόμενον εἰς τὴν γῆν καὶ ἰκτίνου ὄνυξιν ὁμοιοῦται νεκροῦ· τὸ δὲ ἕτερον .... μήλου δὲ μέγεθος μικροῦ, ῥίζαν δὲ μικρὰν ὅσον ἐλαίαν, φύλ λα σχήματι καὶ χρόᾳ ἐοικότα ἐλαίᾳ, μαλακώτερα δέ, καρπὸν μικρόν, τετρημένον κατὰ πολλὰ μέρη, ὡς ἐρέβινθον, φοινικοῦν. ἀμφοτέρας ἱστοροῦσί τινες εἰς φίλτρα ἁρμόζειν, χρῆσθαι δὲ αὐταῖς τὰς Θεσσαλὰς γυναῖκας.