Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
calamento | kalamínthē καλαμίνθη |
Acinos alpinus (L.) Moench Calamintha nepeta Savi Calamintha officinalis Moench |
3.35 |
τμθ (349)
Texto provisional
καλαμίνθη· ἡ μέν τις ὀρεινοτέρα ἐστίν, ἔχει δὲ φύλλα ὅμοια ὠκίμῳ, ὑπόλευκα, κλωνία δὲ καὶ κάρφη γεγωνιωμένα, ἄνθος πορφυροῦν. ἡ δέ τις γλήχωνι ἔοικε, μείζων δέ, ὅθεν ἀγρίαν τινὲς αὐτὴν γλήχωνα ὀνομάζουσι, διότι καὶ τῇ ὀσμῇ παρέοικε· ταύτην Ῥωμαῖοι νεπέταν καλοῦσιν. ἡ δὲ τρίτη ἔοικεν ἡδυόσμῳ ἀγρίῳ, ἐπιμηκεστέρα τοῖς φύλλοις, καυλῷ καὶ κλάδῳ μείζων τῶν προειρημένων καὶ ἧττον ἐνεργής. {2} πασῶν δὲ τὰ φύλλα γευομένῳ πυρωτικὰ ἰσχυρῶς καὶ δριμέα, ῥίζα ἄχρηστος. φύεται δ᾽ ἐν πεδίοις καὶ ἐν τραχέσι τόποις καὶ καθύγροις. πινομένη δὲ καὶ καταπλασσομένη ἀρήγει ἑρπετοδήκτοις· ἄγει δὲ καὶ οὖρα τὸ ἀφέψημα πινόμενον· βοηθεῖ δὲ καὶ ῥήγμασι καὶ σπάσμασι καὶ ὀρθοπνοίᾳ καὶ στρόφοις καὶ χολέρᾳ καὶ ῥίγει, καὶ πρὸς τὰ θανάσιμα προπινομένη ποιεῖ σὺν οἴνῳ καὶ ἴκτερον ἀποκαθαίρει ἕλμινθάς τε κτείνει καὶ ἀσκαρίδας σὺν ἁλσὶ καὶ μέλιτι πινομένη ἑφθή τε καὶ ὠμὴ τετριμμένη, ὠφελεῖ καὶ ἐλεφαντιῶντας βρωθεῖσα ἐπιπινομένου ὀρροῦ γάλακτος. {3} φθείρει δὲ καὶ ἔμβρυα καὶ ἔμμηνα ἄγει τὰ φύλλα λεῖα ἐν προσθέτῳ, θυμιαθέντα δὲ ἑρπετὰ διώκει καὶ ὑποστρωννύμενα. λευκαίνει δὲ καὶ μελαίνας οὐλὰς ἑψηθεῖσα ἐν οἴνῳ καὶ καταπλασθεῖσα, καθαίρει καὶ ὑπώπια ἰσχιαδικοῖς τε ἐπιτίθεται εἰς μετασύγκρισιν, ἐπικαίουσα τὴν ἐπιφάνειαν, καὶ σκώληκας τοὺς ἐν ὠσὶ κτείνει ὁ χυλὸς ἐνσταζόμενος.