Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
vinos | oînoi οἴνοι |
- | 5.6 |
fol. fol.
fol. fol.
fol. fol.
fol. fol.
χοβ (672)
Texto provisional
<περὶ οἴνων·> οἶνοι· οἱ μὲν παλαιοὶ νεύρων βλαπτικοὶ καὶ τῶν λοιπῶν αἰσ-
θητηρίων, πρὸς δὲ γεῦσιν ἡδίονες, ὅθεν ἐπὶ τῶν ἀσθενές τι μέρος ἐχόντων [ἔνδον] παραι-
τητέον [1], ἐπὶ μέντοι τῆς ἐν ὑγιείᾳ χρήσεως ὀλίγος τε καὶ ὑδαρὴς λαμβάνεται ἀβλαβῶς.
fol. fol.
ὁ δὲ νέος ἐμπνευματωτικός, δύσπεπτος, δυσόνειρος, οὐρητικός. ὁ δὲ μέσος τῇ ἡλικίᾳ ἐκπέφευγε τὰ ἀμφοτέρων ἐλαττώματα, ὅθεν ἐγκριτέος ἐστὶν ἐν τῇ τε ὑγιείας καὶ ἀσθενείας χρήσει. {2} ἔτι ὁ μὲν λευκὸς λεπτός τε καὶ εὐανάδοτος καὶ εὐστόμαχος ὑπάρχει· ὁ δὲ μέλας παχὺς καὶ δύσπεπτος, μέθης καὶ σαρκῶν γεννητικός· ὁ δὲ κιρρός, μέσος ὤν, μέσην ἔχει καὶ τὴν πρὸς ἑκάτερον τούτων δύναμιν. αἱρετώτερος μέντοι ἔν τε ὑγιείᾳ καὶ ἀσθενείᾳ ὁ λευκός. ἔτι καὶ παρὰ τὴν ποιότητα διαφέρουσιν· ὁ μὲν γὰρ γλυκὺς οἶνος ἁδρομερής τέ ἐστι καὶ δυσδιάπνευστος, στομάχου πνευματωτικός, κοιλίας τε καὶ ἐντέρων ταρακτικὸς ὥσπερ καὶ τὸ γλεῦκος, ἧττον δὲ μεθύσκει, κύστει δὲ καὶ νεφροῖς εὔθετος. {3} ὁ δὲ αὐστηρὸς οὐρητικώτερος, κεφαλαλγίας τε καὶ μέθης ποιητικός. ὁ δὲ στρυφνὸς εὐθετώτατος πρὸς ἀνάδοσιν σιτίων, κοιλίας τε στατικὸς καὶ τῶν ἄλλων ῥευματισμῶν. ὁ δὲ ἁπαλὸς ἧττον ἅπτεται τοῦ νευρώδους, ἧττον δ᾽ ἐστὶν οὐρητικός. ὁ δὲ τεθαλασσωμένος κακοστόμαχος, διψοποιός, νεύρων κακωτικός, εὐκοίλιος, ἀνεπιτήδειος τοῖς ἐξ ἀσθενείας <ἀναλαμβάνουσι χρονίας>. {4} ὁ δὲ ἐκ τῆς θειλοπεδευθείσης σταφυλῆς ἢ ἐπὶ τῶν κλημάτων ὀπτηθείσης καὶ τριβομένης γινόμενος γλυκύς, καλούμενος δὲ Κρητικὸς ἢ πρότροπος ἢ Πράμνειος, ἢ καθεψομένου τοῦ γλεύκους σίραιος ἢ ἕψημα καλούμενος· ὁ μὲν μέλας, καλούμενος δὲ μελαμψίθιος, παχύς ἐστι καὶ πολύτροφος, ὁ δὲ λευκὸς λεπτότερος, ὁ δὲ μέσος μέσην ἔχει καὶ τὴν δύναμιν. στυπτικὸς δὲ πᾶς ἐστι, σφυγμῶν ἀνακλητικός, ποιῶν πρὸς πάντα τὰ θανάσιμα, ὅσα κατὰ ἕλκωσιν ἀναιρεῖ, πινόμενος σὺν ἐλαίῳ καὶ ἐξεμούμενος, καὶ πρὸς μηκώνιον δὲ καὶ φαρικὸν καὶ τοξικὸν καὶ κώνειον καὶ γάλα θρομβωθέν, καὶ πρὸς κύστιν καὶ νεφροὺς ὀδαξουμένους καὶ εἱλκωμένους. {5} εἰσὶ δὲ πνευματικώτατοι καὶ κακοστόμαχοι· ἰδίως δὲ ἐπὶ τῶν τὴν κοιλίαν ῥευματιζομένων ἁρμόζει ὁ μελαμψίθιος, ὁ δὲ λευκὸς μαλακτικώτερος κοιλίας τῶν λοιπῶν μᾶλλον. ὁ δὲ τὴν γύψον ἔχων κακωτικὸς τοῦ νευρώδους, καρηβαρικός, πυρώδης, κύστει ἄθετος, πρὸς δὲ τὰ θανάσιμα τῶν ἄλλων εὐθετώτερος. οἱ δὲ πίτταν ἢ ῥητίνην πιτυίνην ἔχοντες θερμαντικοὶ καὶ πεπτικοί, ἄθετοι δὲ τοῖς ἐμετικοῖς. οἱ δὲ καλούμενοι ἀπαράχυτοι, ἔχοντες δὲ ἕψημα μεμειγμένον, κεφαλῆς εἰσι πληκτικοὶ καὶ πυρωτικοί, μέθης γεννητικοί, φυσώδεις, δυσδιάπνευστοι, κακοστόμαχοι. {6} ὁ μὲν οὖν δοκῶν πρωτεύειν τῶν ἐν Ἰταλίᾳ οἴνων, Φαλερῖνος δὲ καλούμενος, παλαιωθεὶς ἄγαν εὔπεπτος, σφυγμῶν ἀνακλητικός, κοιλίας στεγνωτικὸς καὶ εὐστόμαχος, κύστει ἄθετος καὶ ἀμβλυωπός, πρὸς δὲ πολυποσίαν ἀνάρμοστος. ὁ δ᾽ Ἀλβανὸς ἁδρομερέστερος τοῦ Φαλερίνου, ἔγγλυκυς, ἐμπνευματῶν στόμαχον, κοιλίαν τε μαλάττων, πέψει τε οὐχ ὁμοίως συνεργῶν, τοῦ δὲ νευρώδους ἧττον κακωτικός· παλαιωθεὶς δὲ καὶ οὗτος αὐστηρὸς
fol. fol.
γίνεται. {7} ὁ δὲ Καίκουβος, γλυκὺς ὤν, ἁδρομερέστερός ἐστι τοῦ Ἀλβανοῦ, σαρκῶν τε καὶ εὐχροίας γεννητικός, πέψει δὲ ἄθετος· ὁ δὲ Συρεντῖνος αὐστηρὸς ἱκανῶς ἐστιν, ὅθεν ἐντέρων καὶ στομάχου ῥεῦμα ἵστησι, κεφαλῆς τε ἧττον ἅπτεται, λεπτομερὴς ὤν· παλαιωθεὶς δὲ εὐστομαχώτερος καὶ ἡδίων γίνεται. ὁ δὲ Ἀδριανὸς καὶ ὁ Μαμερτῖνος, γεννώμενος δὲ ἐν Σικελίᾳ, κατ᾽ ἴσον εἰσὶν ἁδρομερεῖς, μετρίως στύφοντες, καὶ τάχιον παλαιοῦνται, ἧττον δὲ τοῦ νευρώδους ἅπτονται διὰ τὸ ἐν αὐτοῖς λεῖον. {8} ὁ δὲ Πραιτυτιανός, καὶ αὐτὸς ἐκ τῶν κατ᾽ Ἀδρίαν κομιζόμενος τόπων, εὐώδης καὶ λειότερός ἐστιν, ὅθεν λανθάνει <μὲν> πολὺς πινόμενος, φυλάττει δὲ ἐφ᾽ ἱκανὸν τὴν μέθην. καὶ ὁ Ἰστρικὸς δὲ λεγόμενος ἔοικε τῷ Πραιτυτιανῷ, οὐρητικώτερος ὑπάρχων. ὁ μέντοι Χῖος, <Ἀριούσιος δὲ καλούμενος>, ἁπαλώτερος τῶν προειρημένων, εὔποτος, τρόφιμος, ἧττον μεθύσκων, ῥεύματος σταλτικός, χρήσιμος εἰς τὰ ὀφθαλμικά. {9} ὁ δὲ Λέσβιος εὐανάδοτος, κουφότερός <τε> τοῦ Χίου καὶ εὐκοίλιος. τὴν αὐτὴν δὲ τούτῳ κέκτηται δύναμιν ὁ κατὰ Ἔφεσον γεννώμενος, καλούμενος δὲ Φυγελίτης. ὁ δὲ ἐκ τῆς Ἀσίας Μεσωγίτης ἐκ τοῦ Τμώλου κεφαλαλγὴς καὶ νεύρων βλαπτικός. ὁ δὲ Κῷος καὶ Κλαζομένιος διὰ τὸ θαλάττης πολλῆς μετέχειν εὔφθαρτοι καὶ πνευματώδεις, κοιλίας τε ταρακτικοί, καὶ νεύρων δέ εἰσι βλαπτικοί. {10} κοινὴ δύναμις οἴνου. κοινῶς δὲ πᾶς ἀμιγὴς οἶνος καὶ ἀκέραιος, αὐστηρὸς δὲ τὴν φύσιν, θερμαντικός, εὐανάδοτος, εὐστόμαχος, ὀρεκτικός, θρεπτικός, ὑπνοποιός, ῥωστικός, εὐχροίας παρασκευαστικός. ἱκανῶς δὲ ποθεὶς βοηθεῖ τοῖς κώνειον ἢ κόριον ἢ ἰξίαν ἢ φαρικὸν ἢ μηκώνιον ἢ λιθάργυρον ἢ σμίλακα ἢ ἀκόνιτον ἢ μύκητας εἰληφόσι, πρός τε ἑρπετῶν δηγμοὺς καὶ πληγὰς πάντων, ὅσα πλήξαντα ἢ δακόντα κατὰ ψῦξιν ἀναιρεῖ ἢ ἀνατρέπει τὸν στόμαχον· ποιεῖ καὶ πρὸς ἐμπνευμάτωσιν χρόνιον καὶ δῆξιν ὑποχονδρίου καὶ πλατυσμὸν καὶ ἀνάλυσιν στομάχου ἢ ἐντέρων καὶ κοιλίας ῥευματισμόν, καὶ ἀφιδροῦσι καὶ διαφορουμένοις ἁρμόζουσι, μάλιστα δὲ οἱ λευκοὶ καὶ παλαιοὶ καὶ εὐώδεις. {11} οἱ μέντοι παλαιοὶ καὶ γλυκεῖς πρὸς τὰ περὶ κύστιν καὶ νεφροὺς ἐπιτηδειότεροι, πρός τε τραύματα καὶ φλεγμονὰς σὺν ἐρίοις οἰσυπηροῖς ἐπιτιθέμενοι, <καὶ> καταντλοῦνται δὲ ὠφελίμως πρὸς τὰ θηριώδη καὶ φαγεδαινικὰ καὶ ῥευματιζόμενα ἕλκη. πρὸς δὲ τὴν ἐν ὑγιείᾳ χρῆσιν εὔθετοι οἱ ἀθάλασσοι, αὐστηροὶ καὶ λευκοί· διαφέρουσι δὲ τούτων οἱ Ἰταλικοί, ὡς ὁ Φαλερῖνος Συρεντῖνος Καίκουβος Σιγνῖνος καὶ ἄλλοι πολλοὶ οἱ ἀπὸ τῆς Καμπανίας καὶ ὁ Πραιτυτιανὸς <ὁ> ἀπὸ τοῦ Ἀδρία καὶ <ὁ> Σικελιωτικὸς ὁ Μαμερτῖνος καλούμενος, Ἑλληνικῶν δὲ <ὁ> Χῖος
fol. fol.
Λέσβιος Φυγελίτης ὁ ἐν Ἐφέσῳ γεννώμενος. {12} οἱ δὲ παχεῖς καὶ μέλανες κακοστόμαχοι, φυσώδεις, σαρκὸς μέντοι γεννητικοί. οἱ μέντοι λεπτοὶ καὶ αὐστηροὶ εὐστόμαχοι, ἧττον δὲ σαρκοποιοί, οὐρητικώτεροι δὲ καὶ κεφαλαλγεῖς οἱ σφόδρα παλαιοὶ καὶ λευκοί [καὶ λεπτοί]· ἅπτονται δὲ τοῦ νευρώδους πλεονασθέντες· οἱ μέσοι δὲ τὴν ἡλικίαν ἄριστοι πρὸς πόσιν ὡς οἱ ἀπὸ ἑπτὰ ἐτῶν. ἡ δὲ ποσότης παρά <τε> τὴν ἡλικίαν καὶ τὴν τοῦ ἔτους ὥραν καὶ ἔθη καὶ ποιότητα τοῦ οἴνου ὁριζέσθω· καὶ τὸ μὴ διψῆν δὲ ἄριστόν ἐστι παράγγελμα καὶ τὸ μετρίως βραχῆναι τὴν τροφήν. {13} μέθη δὲ πᾶσα, καὶ μάλιστα ἡ συνεχής, ἐπιβλαβής· τά τε γὰρ νεῦρα πολιορκούμενα καθ᾽ ἑκάστην ἡμέραν ἐνδίδωσι, καὶ παθῶν ὀξέων ἀρχὰς ἐμποιεῖ ἡ καθημερινὴ πολυποσία· μετρίως δὲ οἰνοῦσθαι διά τινων ἡμερῶν, καὶ μάλιστα ἀπὸ ὑδροποσίας, ὠφέλιμον· μετασυγκρίνει γάρ πως, τάς τε αἰσθητὰς ἀνακαθαῖρον ἐκκρίσεις καὶ ἀδήλως ποροποιοῦν. δεῖ μέντοι καὶ μετὰ τὴν οἴνωσιν ὕδωρ πίνειν· ἀποθεραπείας γάρ τινα τῇ συγκρίσει τρόπον ἐπάγει. {14} ὀμφακίτης. ὁ δὲ καλούμενος ὀμφακίτης σκευάζεται ἰδίως ἐν Λέσβῳ, θειλοπεδευομένης μήπω κατὰ πάντα πεπείρου τῆς σταφυλῆς οὔσης, ἔτι δὲ ὀξιζούσης, ἐπὶ ἡμέρας γ ἢ δ, ἕως ἂν ῥυσωθῶσιν οἱ βότρυες, καὶ μετὰ τὸ ἐκθλιβῆναι ἡλιάζεται ἐν κεραμεοῖς ὁ οἶνος. στυπτικὴν δὲ ἔχει τὴν δύναμιν καὶ εὐστόμαχον, ἁρμόζουσαν τοῖς δυσπεπτοῦσι καὶ ἐκλελυμένοις τὸν στόμαχον καὶ κισσώδεσι καὶ εἰλεώδεσι· δοκεῖ δὲ καὶ λοιμικαῖς διαθέσεσι βοηθεῖν καταρροφούμενος. {15} χρῄζουσι δὲ οἱ τοιοῦτοι οἶνοι ἐτῶν πλειόνων· ἄλλως γὰρ οὔκ εἰσι πότιμοι. δευτερίας. ὁ δὲ καλούμενος δευτερίας, ὃν ἔνιοι πότιμον καλοῦσι, σκευάζεται τὸν τρόπον τοῦτον· εἰς τὰ στέμφυλα, ὧν ἐξέθλιψας οἴνου μετρητὰς τριάκοντα, βάλε ὕδατος μετρητὰς γ, καὶ μείξας καὶ πατήσας ἔκθλιψον καὶ ἀφέψησον εἰς τὸ τρίτον. χοεῖ δὲ ἑκάστῳ τῶν ὑπολειφθέντων μετρητῶν μεῖξον ἁλὸς ξέστας β, καὶ μετὰ τὸν χειμῶνα διάχει εἰς κεράμια. χρῶ δὲ αὐτῷ μετ᾽ ἐνιαυτόν· ταχέως γὰρ ἐξίτηλος γίνεται. {16} ἁρμόζει δὲ ἐφ᾽ ὧν διστάζομεν οἶνον διδόναι, ἀναγκαζόμενοι δι᾽ ἐπιθυμίαν τοῦ νοσοῦντος, καὶ ἐπὶ τῶν ἐκ νόσου ἀναλαμβανόντων χρονίας. ἀδύναμος. γίνεται δὲ καὶ <ὁ> ἀδύναμος λεγόμενος, τὴν αὐτὴν ἔχων τῷ δευτερίᾳ δύναμιν. δεῖ δὲ ἴσον μέτρον ὕδατος τῷ τοῦ γλεύκους μείξαντας ἑψῆσαι πραέως πυρὶ μαλακῷ, ἄχρι ἂν ἐξαναλωθῇ τὸ ὕδωρ, καὶ μετὰ τοῦτο ψύξαντας καταγγίζειν εἰς ἀγγεῖον πεπισσωμένον. {17} ἔνιοι δὲ θαλάττης πελαγίας καὶ ὕδατος ὀμβρίου καὶ μέλιτος καὶ γλεύκους ἴσα μείξαντες καὶ καταγγίσαντες ἡλιάζουσιν ἐπὶ ἡμέρας τεσσαράκοντα· χρῶνται δ᾽ αὐτῷ πρὸς τὰ αὐτὰ μετ᾽ ἐνιαυτόν. ἀγριοσταφυλίτης· ὁ δὲ ἐκ τῆς ἀγρίας σταφυλῆς μέλας στυπτικὸς ὑπάρχων, ἁρμόζει κοι-
fol. fol.
λίᾳ ῥευματιζομένῃ καὶ στομάχῳ, καὶ πρὸς τὰ ἄλλα, ὅσα στύψεως καὶ συστολῆς χρῄζει.