Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
myrsinítē gr. | tithýmallos] thêlus τιθύμαλλος] θῆλυς |
Euphorbia myrsinites L. |
4.164.5 |
fol. fol.
Texto provisional
ὁ δὲ θῆλυς, ὃν ἔνιοι μυρσινίτην ἢ καρυΐτην ἐκάλεσαν, προσεμφερὴς δαφνοειδεῖ, λευκὸς τὴν φύσιν, καὶ τὰ φύλλα ὅμοια ἔχει μυρσίνῃ, μείζω δὲ καὶ στερεά, ἐπ᾽ ἄκρου ὀξέα καὶ ἀκανθώδη· κλήματα δὲ ἀπὸ τῆς ῥίζης ὡς σπιθαμιαῖα ἀφίησι, τὸν δὲ καρπὸν φέρει παρ᾽ ἐνιαυτὸν καρύῳ ὅμοιον, ἡσυχῆ δάκνοντα τὴν γλῶτταν· ἐν τραχέσι χωρίοις καὶ οὗτος φύεται.
fol. fol.
{6} δύναμιν δὲ ἔχει ὁ ὀπὸς καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς καὶ τὰ φύλλα ὁμοίαν τῷ πρὸ αὐτοῦ· ἐμετικώτερος μέντοι ἐκεῖνος τούτου ἐστίν.