Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
terebinto | términthos τέρμινθος |
Pistacia terebinthus L. |
1.71 |
οα (71)
περὶ τερμινθίνης· τέρμινθος γνώριμον δένδρον, ἧς τὰ φύλλα καὶ ὁ καρπὸς καὶ ὁ φλοιὸς
στυπτικὰ ὄντα ἁρμόζει πρὸς ἃ καὶ ἡ σχῖνος, σκευαζόμενα ὁμοίως καὶ λαμβανόμενα.
ὁ δὲ καρπὸς αὐτῆς ἐστιν ἐδώδιμος, κακοστόμαχος, θερμαντικός, οὐρητικός. ἔστι δὲ ἄριστος
πρὸς ἀφροδίσια, σὺν οἴνῳ δὲ ποθεὶς πρὸς φαλαγγίων δήγματα ἁρμόζει. ἡ δὲ ἐξ αὐτῆς
ῥητίνη κομίζεται μὲν ἐξ ἀραβίας τῆς ἐν πέτρᾳ, γεννᾶται δὲ καὶ ἐν ἰουδαίᾳ καὶ συρίᾳ καὶ
ἐν κύπρῳ καὶ ἐν λιβύῃ καὶ ἐν ταῖς κυκλάσι νήσοις, ἣ δὴ καὶ διαφέρει διαυγεστέρα οὖσα,
λευκή, ὑελίζουσα τῷ χρώματι [καὶ κυανίζουσα], εὐώδης, τερμίνθου πνέουσα. {2} προάγει δὲ
πασῶν τῶν ῥητινῶν ἡ τερμινθίνη [1] , εἶτα ἡ πιτυίνη εἶτα [2] [ἡ] ἐλατίνη, μεθ᾽ ἃς ἀριθμοῦνται
ἥ τε πευκίνη καὶ ἡ στροβιλίνη. ἔστι δὲ πᾶσα ῥητίνη μαλακτική, θερμαντική, διαχυτική [3],
ἀνακαθαρτική, βηξὶν ἁρμόζουσα καὶ φθίσεσιν ἐν ἐκλ<ε>ικτοῖς καθ᾽ ἑαυτὴν ἢ μετὰ μέλιτος,
ἀνακαθαίρουσα καὶ τὰ ἐκ θώρακος. ἔστι δὲ καὶ οὐρητικὴ καὶ πεπτικὴ κοιλίαν τε μα-
λάσσει, ἔν τε ἀνακολλήσει τριχῶν ἁρμόζει τῶν ἐν βλεφάροις, καὶ πρὸς λέπρας σὺν
ἰῷ χαλκοῦ καὶ χαλκάνθῳ καὶ νίτρῳ, πρός τε τὰ ἰχω<ρο>ρροοῦντα ὦτα σὺν μέλιτι καὶ ἐλαί-
ῳ καὶ πρὸς κνησμὸν αἰδοίου. {3} μίγνυται δὲ καὶ ἐμπλάστροις καὶ μαλάγμασι καὶ ἀκόποις,
καὶ πλευρᾶς [4] ἀλγήμασι βοηθεῖ καθ᾽ ἑαυτὴν ἐπιχρισθεῖσα καὶ ἐπιτιθεμένη.