Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
poleo | glēkhōn γλήχων |
Mentha pulegium L. |
3.31 |
τμε (345)
Texto provisional
γλήχων πόα γνώριμος, θερμαντική, λεπτυντική, πεπτική. ποθεῖσα δὲ ἔμμηνα καὶ δεύτερα καὶ ἔμβρυα ἄγει·ἀνάγει δὲ καὶ τὰ ἐκ πνεύμονος μεθ᾽ ἁλὸς καὶ μέλιτος ποθεῖσα καὶ σπωμένοις βοηθεῖ, ναυσίας τε καὶ δηγμοὺς στομάχου μετ᾽ ὀξυκράτου ποθεῖσα παραμυθεῖται· ἄγει δὲ καὶ κατὰ κοιλίαν μέλανα, βοηθεῖ καὶ θηριοδήκτοις μετ᾽ οἴνου πινομένη, λειποθυμοῦντάς τε ἀνακτᾶται σὺν ὄξει ταῖς ῥισὶ προσαγομένη. {2} κρατύνει δὲ καὶ οὖλα ξηρὰ λεία κεκαυμένη, ἐπιπλασθεῖσα δὲ πραΰνει πᾶσαν φλεγμονὴν σὺν ἀλφίτῳ, καθ᾽ ἑαυτὴν δὲ ποδαγρικοῖς ἁρμόζει ἄχρι φοινίξεως τῆς ἐπιφανείας, σὺν κηρωτῇ δὲ ἰόνθους σβέννυσιν· ὠφελεῖ δὲ καὶ σπληνικοὺς μεθ᾽ ἁλὸς καταπλασσομένη. τὸ δὲ ἀφέψημα αὐτῆς κνησμοὺς λουόμενον παύει καὶ εἰς ἐγκάθισμα πρὸς ἐμπνευματώσεις καὶ σκληρίας καὶ ἀποστροφὰς ὑστέρας ἁρμόζει. καλοῦσι δέ τινες αὐτὴν βλήχωνα, ἐπειδὴ κατὰ τὴν ἄνθησιν τὰ γευσάμενα τῶν ποιμνίων βληχῆς ὑποπίμπλαται.