Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
chirivía | elaphobóskon ἐλαφοβόσκον |
Pastinaca sativa L. |
3.69 |
τπε (385)
Texto provisional
ἐλαφοβόσκον· [οἱ δὲ ἐλαφικόν, οἱ δὲ νέβρειον, οἱ δὲ ὀφιογένιον, οἱ δὲ ὀφιοκτόνον, οἱ δὲ ἑρπυξή, οἱ δὲ λύμη, Ῥωμαῖοι κέρβι ὀκέλλουμ, οἱ δὲ κερβίνα, Αἰγύπτιοι χημίς, Ἄφροι ἀσκαουκαού.] καυλός ἐστι λιβανωτίδι ἢ μαράθῳ ἐμφερής, γεγονατωμένος, φύλλα διδάκτυλα τὸ πλάτος, ἱκανῶς ἐπιμήκη ὡς τερμίνθου, περικεκλασμένα, τραχέα ποσῶς. ἔχει δὲ παραφυάδας ἱκανὰς ὁ καυλός, σκιάδια ἐχούσας ὅμοια ἀνήθῳ, ἄνθη ὑπομήλινα, καὶ τὸ σπέρμα ἀνήθῳ ἐμφερές· ῥίζα ὡς τριδάκτυλος τὸ μῆκος, πάχος δακτύλου, λευκή, γλυκεῖα, ἐδώδιμος· καὶ ὁ καυλὸς δὲ λαχανεύεται ἀρτιφυὴς ὤν. ταύτην φασὶ τὴν πόαν νεμηθείσας τὰς ἐλάφους ἀντέχειν τοῖς τῶν ἑρπετῶν δήγμασιν· ὅθεν καὶ τὸ σπέρμα δίδοται τοῖς ἑρπετοδήκτοις σὺν οἴνῳ.