Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
osagra | hálimon ἅλιμον |
Atriplex halimus L. |
1.91 |
ϟα (91)
περὶ ἀλίμου· ἅλιμος [1],
[οἱ δὲ δαμασώνιον, οἱ δὲ ἐρυμ<άτι>ον, οἱ δὲ βρεττανική, οἱ δὲ ῥαβδίον, οἱ δὲ βασίλειον,
προφῆται ἑρμοῦ βάσις, ὁμοίως ἁψίς, οἱ δὲ ὀσίριδος διάδημα, οἱ δὲ ἡλιστέφανος [2],
οἱ δὲ ἱερὸς καλός, πυθαγόρας ἀνθή[νο]ρος, αἰγύπτιοι ἀσοντηρί, οἱ δὲ ἄσφη [3], οἱ δὲ ἀσι-
αλονρί [4], οἱ δὲ ἀσαριφή [5], ῥωμαῖοι ἀλβούκιουμ, οἱ δὲ ἀμπουλλάκιαμ. ἄλιμος] θά-
μνος ἐστὶ φραγμίτης, ὅμοιος ῥάμνῳ, οὐκ ἔχων ἀκάνθας, φύλλα δὲ ἐλαία<ς> παραπλήσια,
πλατύτερα μέντοι·φύεται ἐν παραθαλασσίοις <τόποις> καὶ φραγμοῖς. λαχανεύεται δὲ αὐτῆς τὰ φύλλα
ἑψόμενα εἰς βρῶσιν. τῆς δὲ ῥίζης < α' ὁλκὴ ποθεῖσα σὺν μελικράτῳ σπάσματα <καὶ> ῥήγ-
ματα καὶ στρόφους πραύνει καὶ γάλα κατασπᾷ.