Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
campanilla | smîlax leía (mîlax leía) σμῖλαξ λεία (μῖλαξ λεία) |
Convolvulus sepium L. |
4.143 |
χιϚ (616)
Texto provisional
σμῖλαξ λεία· ὅμοια κιττῷ τὰ φύλλα ἔχει, μαλακώτερα δὲ καὶ λεπτότερα, τὰ δὲ κλήματα ὥσπερ ἡ πρὸ αὐτῆς, ἀκάνθας οὐκ ἔχοντα, λεῖα, ἑλίσσεταί τε περὶ τὰ δένδρα ὥσπερ καὶ ἡ ἑτέρα· καρπὸν δὲ ἔχει ὥσπερ θέρμον, μέλανα, μικρόν, ἐπάνω ἔχοντα ἄνθη πολλά, λευκὰ κατὰ πᾶσαν τὴν κάλυκα, περιφερῆ· καὶ σκηναὶ θέρους δι᾽ αὐτῆς γίνονται· φυλλορροεῖ δὲ τῷ φθινοπώρῳ. τούτου ὁ καρπὸς μετὰ δορυκνίου πινόμενος τριώβολον Ἀττικὸν ἑκατέρου ποιεῖν ἐνύπνια πολλὰ καὶ ταραχώδη ὁρᾶν ἱστορεῖται.