Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
adormidera marina | mēkōn keratîtis μήκων κερατῖτις |
Glaucium flavum Crantz |
4.65 |
fol. fol.
φλζ (537)
Texto provisional
<περὶ μήκωνος κερατίτιδος· μ>ήκων κερατῖτις, οἱ δὲ [1] παράλιον καλοῦσιν,
οἱ δὲ ἀγρίαν μήκωνα, [οἱ δὲ θαλάσσιον, ῥωμαῖοι φαβιόλουμ μαρίνουμ· ἄφροι σι-
σιμανά.] φύλλα ἔχει λευκά, δασέα, ὅμοια φλόμῳ, πεπρισμένα τὴν περιφέρειαν ὥσπερ τῆς ἀγρίας μήκωνος καὶ τὸν καυλὸν ὅμοιον, ἄνθος ὠχρόν· καρπὸν δὲ μικρόν, καμπύλον ὥσπερ κέρας, ὅμοιον τῷ τῆς τήλιδος, ὅθεν καὶ ἐπωνόμασται· σπέρμα δὲ μικρόν, μέλαν, ὅμοιον τῷ τῆς μήκωνος, ῥίζαν ἐξ ἐπιπολῆς φυομένην, μέλαιναν, παχεῖαν· φύεται ἐν παραθαλασσίοις τόποις καὶ τραχέσι. {2} δύναμιν δὲ ἔχει ἡ μὲν ῥίζα ἑψηθεῖσα ἄχρι ἡμίσους ἐν ὕδατι καὶ ποθεῖσα ἰσχιάδας καὶ ἡπατικὰς διαθέσεις θεραπεύειν καὶ τοὺς παχέα ἢ ἀραχνιώδη οὐροῦντας ὠφελεῖν· τὸ δὲ σπέρμα πλῆθος ὀξυβάφου ποθὲν σὺν μελικράτῳ κοιλίαν ἐπιεικῶς καθαίρει. τὰ δὲ φύλλα καὶ τὰ ἄνθη ἐσχάρας περιρρήττει
fol. fol.
κατα πλασθέντα σὺν ἐλαίῳ, ἐγχρισθέντα δὲ τὰ ἐπὶ κτηνῶν ἄργεμα καὶ νεφέλια ἀποκαθαίρει. ἔνιοι δὲ ἐπλανήθησαν νομίσαντες ἐκ ταύτης τὸ γλαύκιον γίνεσθαι διὰ τὴν τῶν φύλλων ἐμφέρειαν.