Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
dátiles tebanos | phoinikoì thebaikoí φοινικοί θηβαικοί |
Hyphaene thebaica Mart. |
1.109.2 |
περὶ φοινίκων θηβαικῶν· τῶν δὲ θηβαικῶν τὸ ἀφέψημα ποθὲν παύει καύ-
σωνα, καὶ τὰς δυνάμεις ἀνακτᾶται μετὰ ὑδρομέλιτος παλαιοῦ λαμβανόμενον· καὶ αὐταὶ <δὲ> βρω-
θεῖσαι τὸ αὐτὸ ποιοῦσι. γίνεται δὲ καὶ οἶνος ἐξ αὐτῶν τὰ αὐτὰ [1] δυνάμενος τῷ καρπῷ· καὶ καθ᾽
ἑαυτὸ ποθὲν τὸ ἀφέψημα αὐτῶν καὶ ἀναγαργαριζόμενον ἱκανῶς στύφει καὶ στέλλει. {3} οἱ δὲ
πυρῆνες τῶν φοινίκων καίονται ἐν ὠμῇ χύτρᾳ καθάπερ καὶ τὰ ἄλλα πάντα, εἶτα σβε<σ>-
θέντες οἴνῳ πλύνονται καὶ ὡς ἀντίσποδα εἰς καλλιβλέφαρα χρησιμεύουσι [2], κἂν μὴ αὐ-
τάρκως καῶσι, πάλιν τὸ αὐτὸ γίνεται. δύναμιν δὲ ἔχουσι στυπτικήν, παρεμπλαστικήν, ποιοῦ-
σαν πρὸς τὰς ἐν ὀφθαλμοῖς φλυκτίδας, σταφυλώματα, μίλφας [3] σὺν νάρδῳ· σὺν οἴνῳ δὲ
στέλλουσι καὶ ὑπερσαρκώματα καὶ ἀπουλοῦσιν ἕλκη. εὐθετοῦσι δὲ μάλιστα οἱ ἀπ᾽ αἰ-
γύπτου οἱ ἐκ τῶν χαμαιζήλων φοινίκων.