Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
rosa de navidad | elléboros mélas ἐλλέβορος μέλας |
Helleborus niger L. |
4.162desplazado |
fol. fol.
χκβ (622)
Texto provisional
<περὶ ἐλλεβόρυ μέλανος·> ἐλλέβορος
μέλας, οἱ δὲ Μελαμπόδιον, [οἱ δὲ ὀρέστιον, οἱ δὲ πολύρριζον, οἱ δὲ πρώτιον [1], οἱ δὲ
fol. fol.
μελανόρριζον, οἱ δὲ κοιράνειον, προφῆται ζωμαρῖτις, Αἰγύπτιοι ἰγαΐα, οἱ δὲ ἐλαφυής, οἱ δὲ κεμελέγ, οἱ δὲ ἑρμιελύ, Ῥωμαῖοι βερέτρουμ νίγρουμ, οἱ δὲ κονσιλίγω, οἱ δὲ σαρράκα, Δάκοι προδιάρνα.]· Μελαμπόδιον δέ, ἐπειδὴ δοκεῖ Μελάμπους τις αἰπόλος τὰς Προίτου θυγατέρας μανείσας αὐτῷ καθῆραι καὶ θεραπεῦσαι. ἔχει δὲ τὰ φύλλα χλωρά, πλατάνῳ προσεμφερῆ, ἐλάττονα δὲ πρὸς τὰ τοῦ σφονδυλίου καὶ πολυσχιδέστερα καὶ μελάντερα καὶ ὑποτραχέα· καυλὸς βραχύς, ἄνθη δὲ λευκά, ἐμπόρφυρα, τῷ δὲ σχήματι βοτρυοειδῆ, καὶ ἐν αὐτῷ καρπὸς κνήκῳ παραπλήσιος, ὃν καὶ αὐτὸν καλοῦσιν οἱ ἐν Ἀντικύρᾳ σησαμοειδές, χρώμενοι πρὸς τὰς καθάρσεις αὐτῷ· ῥίζαι δὲ μέλαιναι, λεπταί, οἱονεὶ ἀπό τινος κεφαλίου κρομυώδους ἠρτημέναι, ὧν καὶ ἡ χρῆσις· φύεται ἐν τραχέσι καὶ γεωλόφοις καὶ καταξήροις τόποις. {2} καὶ ἔστιν ἄριστος ὁ ἐκ τῶν τοιούτων λαμβανόμενος χωρίων, οἷός ἐστιν ὁ ἐξ Ἀντικύρας· καὶ γὰρ ὁ μέλας κάλλιστος ἐν αὐτῇ γεννᾶται. ἐκλέγου δὲ τὸν εὔτροφον καὶ εὔσαρκον, λεπτὴν ἔχοντα τὴν ἐντεριώνην, δριμὺν ἐν τῇ γεύσει καὶ πυρώδη· τοιοῦτος δ᾽ ἐστὶν ὁ ἐν τῷ Ἑλικῶνι καὶ Παρνασσῷ καὶ <ἐν> Αἰτωλίᾳ φυόμενος, διαφέρει μέντοι ὁ Ἑλικώνιος. καθαίρει δὲ τὴν κάτω κοιλίαν ἄγων φλέγμα καὶ χολὴν καθ᾽ ἑαυτὸν ἢ μετὰ σκαμμωνίας καὶ ἁλῶν διδόμενος δραχμῆς μιᾶς ἢ τριωβόλου ὁλκή· συνέψεται δὲ καὶ φακοῖς καὶ ζωμοῖς τοῖς εἰς κάθαρσιν λαμβανομένοις. {3} ὠφελεῖ δὲ ἐπιλημπτικούς, μελαγχολικούς, μαινομένους, ἀρθριτικούς, παραλελυμένους· προστεθεὶς δὲ ἔμμηνα ἄγει καὶ ἔμβρυα φθείρει, σύριγγάς τε καθαίρει καθεθεὶς καὶ μετὰ τρίτην ἐξαιρεθείς· ὁμοίως καὶ ἐπὶ δυσκωφούντων καθίεται εἰς τὸ οὖς, ἐώμενος ἐπὶ δύο ἢ τρεῖς ἡμέρας. θεραπεύει δὲ καὶ ψώρας μετὰ λιβανωτοῦ καὶ κηροῦ καὶ ὀροῦ πίττης ἢ κεδρίνου ἐλαίου καταχριόμενος, μετ᾽ ὄξους δὲ ἢ καθ᾽ ἑαυτὸν καταπλασσόμενος ἀλφοὺς καὶ λειχῆνας καὶ λέπρας θεραπεύει. ἑψηθεὶς δὲ ἐν ὄξει ὀδονταλγίας πραΰνει διακλυζόμενος σηπταῖς τε μείγνυται, μετὰ κριθίνου δὲ ἀλεύρου καὶ οἴνου κατάπλασμα γίνεται ὑδρωπικῶν ὠφέλιμον. {4} συμφυτευθεὶς δὲ ἀμπέλοις πρὸς τῇ ῥίζῃ τὸν ἐξ αὐτῶν οἶνον καθαρτικὸν ἐργάζεται· περιρραίνουσι δὲ καὶ οἰκίας αὐτῷ καθάρσιον εἶναι νομίζοντες, ὅθεν καὶ ὀρύσσοντες ἵστανται πρὸς ἕω, εὐχόμενοι Ἀπόλλωνι καὶ Ἀσκληπιῷ, φυλαττόμενοι <δὲ> ἀετόν· ἐφίπτασθαι γάρ φασιν οὐκ ἀκινδύνως· δίδωσι γὰρ τὸν θάνατον ὁ ὄρνις, ἄνπερ ἴδῃ τὴν ὀρυγὴν τοῦ ἐλλεβόρου. συντόνως δὲ δεῖ ὀρύττειν διὰ τὸ καρηβαρίαν ἐκ τῆς ἀποφορᾶς γίνεσθαι, ὅθεν εἰς προφυλακὴν οἱ ὀρύττοντες προεσθίουσι σκόρδα καὶ οἶνον πίνουσιν, ἀβλαβέστερον διατιθέμενοι. ἐξεντερίζεται δὲ ὥσπερ ὁ λευκὸς ἐλλέβορος.