Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
gatobell | potērion (potírrion) ποτήριον (ποτίρριον) |
Astragalus poterium Labill. |
3.15 |
fol. fol.
τλ (330)
Texto provisional
<περὶ ποτηρίου· π>οτήριον· [1] οἱ δὲ φρύνιον, Ἴωνες δὲ νευράδα, οἱ δὲ ἀκιδωτὸν
καλοῦσι. θάμνος ἐστὶ μέγας, κλῶνας ἔχων μακρούς, μαλακούς, ἱμαντώδεις, λεπτούς, ἐμφερεῖς τραγακάνθῃ, φύλλα μικρά, περιφερῆ—ὅλος δὲ ὁ θάμνος περίκειται πολὺν χνοῦν ἐριώδη· ἔστι δὲ ἀκανθώδης—ἄνθη μικρά, χλωρά, καρπὸν δὲ γευομένῳ εὐώδη καὶ δριμύν, ἄχρηστον. φύεται δ᾽ ἐν ἀμμώδεσι 3.15.2 καὶ γεωλόφοις χωρίοις. ῥίζαι δὲ
fol. fol.
ὕπεισι πήχεων δύο ἢ τριῶν ἰσχυραί, νευρώδεις, αἵτινες πρὸς τῇ γῇ ἀποτμηθεῖσαι ἀνιᾶσι δάκρυον κόμμει ὅμοιον. κοπεῖσαι δὲ καὶ ἐπιπλασθεῖσαι νεύρων διακοπὰς καὶ τραύματα κολλῶσι· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς ταῖς περὶ νεῦρα διαθέσεσι πινόμενον ἁρμόζει.