Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cardencha | dípsakos δίψακος |
Dipsacus fullonum L. |
3.11 |
fol. fol.
τκϚ (326)
Texto provisional
<περὶ διψάκου· δ>ίψακος· [οἱ δὲ κροκοδείλιον, οἱ δὲ χαμαιλέων, οἱ δὲ ὀνο-
κάρδιον, οἱ δὲ Ἀφροδίτης λουτρόν, Ῥωμαῖοι λάβρουμ Βένερις, οἱ δὲ κάρδουμ Βένερις, οἱ δὲ κόνχα Βένερις, οἱ δὲ κίκερ ῥούστικουμ, οἱ δὲ σεντίκλουμ, οἱ δὲ μούρρα Διάνε, οἱ δὲ οἰτίσκα, Αἰγύπτιοι σεμεώρ, οἱ δὲ χήρ, οἱ δὲ εἰμέλητα, Δάκοι σκιάρη.] τῶν ἀκανθωδῶν ἐστι καὶ αὕτη. καυλὸν δὲ ἔχει ὑψηλόν, ἀκανθώδη, καὶ φύλλα περιειληφότα τὸν καυλόν, ἐμφερῆ θρίδακι, δύο καθ᾽ ἕκαστον γόνυ, προμήκη, ἀκανθώδη καὶ αὐτά, ὥσπερ τινὰς πομφόλυγας ἐπὶ μέσης τῆς ῥάχεως ἔσωθέν τε καὶ ἔξωθεν ἔχοντα ἀκανθώδεις, κοιλάδας δὲ περὶ τὰ συναφῆ τῶν φύλλων, ὥστε ὕδατα ἀπὸ τῶν ὄμβρων καὶ τῶν δρόσων συλλέγειν, ὅθεν καὶ τὸ ὄνομα εἵλκυσεν· ἐπ᾽ ἄκρου δὲ τοῦ καυλοῦ καθ᾽ ἑκάστην ἀπόφυσιν κεφαλὴ μία ἐοικυῖα ἐχίνῳ, ὑπομήκης, ἀκανθώδης, ξηραν-
fol. fol.
θεῖσα δὲ λευκὴ φαίνεται·ἔχει δὲ καὶ σκωλήκια κατὰ μέσην τὴν ἐντεριώνην διαιρεθεῖσα ἡ κεφαλή. {2} ἡ δὲ ῥίζα ταύτης ἐν οἴνῳ ἀφεψηθεῖσα καὶ κοπεῖσα, ὡς πάχος κηρωτῆς λαβεῖν, τὰς ἐν δακτυλίῳ ῥαγάδας καὶ σύριγγας ἐντιθεμένη θεραπεύει· ἀποτίθεσθαι δὲ δεῖ τὸ φάρμακον εἰς χαλκῆν πυξίδα. φασὶ δὲ καὶ μυρμηκιῶν αὐτὸ καὶ ἀκροχορδόνων ἴαμα εἶναι. οἱ δ᾽ ἐν τῇ κεφαλῇ σκώληκες εἰς κυστίδα ἐνδεόμενοι καὶ περιαπτόμενοι τραχήλῳ ἢ βραχίονι ἱστοροῦνται τεταρταϊκοὺς ἀποθεραπεύειν.