Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
hipocisto | hypokisthís ὑποκισθίς |
Cytinus hypocistis L. |
1.97.2 |
περὶ ὑποκισθίδος· φύεται δὲ
παρὰ τὰς ῥίζας τοῦ κίσθου ἡ λεγομένη ὑποκιστίς, ὑπ᾽ ἐνίων δὲ ὀρόβηθρον ἢ κύτινος καλουμέ-
νη, ὅμοιόν τι κυτίνῳ ῥοιᾶς [1]· καὶ τὸ μέν <τι> αὐτοῦ κιρρὸν [τὸ δὲ χλωρὸν] τὸ δὲ λευκόν, ὅπερ χυ-
λίζεται ὥσπερ ἡ ἀκακία. ἔνιοι δὲ ξηράναντες αὐτὴν καὶ θλάσαντες βρέχουσί τε καὶ ἕψου-
σι καὶ τὰ ἄλλα ποιοῦσιν ὡς ἐπὶ τοῦ λυκίου. δύναμιν δὲ ἔχει τὴν αὐτὴν τῇ ἀκακίᾳ, στυπτικω-
τέραν δὲ καὶ ξηραντικωτέραν, ποιοῦσαν πρὸς κοιλιακούς, δυσεντερικούς, αἱμοπτυικοὺς <καὶ> ῥοῦν
γυναικεῖον πινομένη καὶ ἐνιεμένη.