Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
sangre de Cristo | kapnós καπνός |
Fumaria officinalis L. |
4.109 |
φπα (581)
Texto provisional
καπνὸς· [οἱ δὲ κορυδάλλιον· οἱ δὲ κόριον, οἱ δὲ κόριον ἄγριον, οἱ δὲ καπνὸς ὁ ἐν ταῖς κριθαῖς, οἱ δὲ καπνῖτις, οἱ δὲ μαρμαρῖτις, οἱ δὲ καπνογόργιον, οἱ δὲ χελιδόνιον μικρόν, οἱ δὲ περιστέριον, οἱ δὲ κανθαρίς, οἱ δὲ χαλκόκροτ<ον>, Ῥωμαῖοι ἄπιουμ, οἱ δὲ φουμάρια, Αἰγύπτιοι κνύξ, οἱ δὲ τούκοιν.]· βοτάνιόν ἐστι θαμνοειδές, κορίῳ ἐοικός, τρυφερὸν πάνυ, τὰ δὲ φύλλα λευκότερα καὶ τεφροειδῆ, πολλὰ πανταχόθεν, ἄνθος πορφυροῦν. ταύτης ὁ χυλὸς δριμύς, ὀξυδερκής, δακρύου ἀγωγός, ὅθεν καὶ τὸ ὄνομα εἵλκυσε. δύναται δὲ καὶ τὰς ἐκ τῶν βλεφάρων ἑλκυσθείσας τρίχας σὺν κόμμει καταχρισθεῖσα μὴ ἐᾶν φύεσθαι. βρωθεῖσα δὲ ἡ πόα χολὴν δι᾽ οὔρων ἄγει.