Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
grasa de lana | oísypos οἴσυπος |
- | 2.74 |
fol. fol.
σγ (203)
περὶ οἰσύπου· οἴσυπος δὲ
λέγεται τὸ ἐκ τῶν οἰσυπηρῶν ἐρίων λίπος, ὃν [κατα]σκευάσεις οὕτως· λαβὼν ἔρια
μαλακὰ οἰσυπηρὰ <ἔκπλυνον μὴ> ἐστρουθισμένα θερμῷ ὕδατι, ἅμα ἐκθλίβων πᾶσαν τὴν ῥυπαρίαν,
ἣν βαλὼν εἰς κρατῆρα πλατύστομον καὶ ἐπιχέας ὕδωρ ἀνάχει ἀρυτῆρι [ταράσσων] ῥαγ-
δαίως, ἕως ἂν ἀφρίσῃ, ἢ ξύλῳ ἀνατάρασσε εὐτόνως, μέχρις ἂν ὁ πολὺς ἀφρὸς καὶ
ῥυπαρὸς [2] συλλεγῇ· εἶτα κατάρραινε θαλάσσῃ, καὶ ὅτε [1] καταστῇ τὸ ἐπινηχόμενον λί-
πος, ἀναλάμβανε εἰς ἕτερον κεραμεοῦν ἀγγεῖον, ἐπιχέας τε ὕδωρ εἰς τὸν κρατῆρα
πάλιν τάρασσε καὶ κατάρραινε τῇ θαλάττῃ [3] τὸν ἀφρὸν καὶ ἀναλάμβανε, καὶ τὸ αὐτὸ ποίει,
ἄχρι[ς] ἂν μηκέτι ἀφρὸς ἐφιστῆται δαπανηθέντος τοῦ λίπους. {2} τὸν μέντοι ἀνῃρημένον
οἴσυπον τῇ χειρὶ μαλάξας παραχρῆμα ἀναιροῦ, εἴ τινα ἔχει ἀκαθαρσίαν, στραγγίζων τὸ
πρῶτον ὕδωρ καὶ ἄλλο ἐπιχέων καὶ κινῶν τῇ χειρί, ἄχρι[ς] ἂν [προσαγόμενος τῇ γλώτ-
τῃ μὴ δάκνῃ, ποσῶς δὲ στύφῃ] λιπαρὸς [4] [τε] καὶ λευκὸς φανῇ, οὕτω<ς> δὴ [5] ἀποτίθε-
σο εἰς ἀγγεῖον κεραμεοῦν [6]· ἐν ἡλίῳ δὲ θερμῷ [7] γινέσθω πάντα. ἔνιοι δὲ διηθήσαντες
τὸ λίπος πλύνουσιν ἐν ὕδατι ψυχρῷ, ταῖς χερσὶν ἀνατρίβοντες ὡς τὴν κηρωτὴν
αἱ γυναῖκες· γίνεται δὲ ὁ τοιοῦτος λευκότερος. {3} οἱ δὲ πλύναντες τὰ ἔρια καὶ ἐκθλί-
ψαντες τὸν ῥύπον ἕψουσι μεθ᾽ ὕδατος ἐν λέβητι πυρὶ κούφῳ, καὶ τὸ ἐφιστάμενον
λίπος ἀφαιροῦντες πλύνουσιν ὕδατι, ὥσπερ εἴρηται, καὶ διυλίσαντες εἰς λο-
πάδιον κεραμεοῦν ἔχον ὕδωρ θερμὸν λινῷ τε ῥάκει περιπωμάσαντες τιθέασιν
ἐν ἡλίῳ, μέχρι[ς] ἂν αὐτάρκως παχὺς καὶ λευκός γένηται· ἔνιοι δὲ διὰ δύο ἡμερῶν
ἀποχέοντες τὸ πρῶτον ὕδωρ ἄλλο ἐπιχέουσιν. ἔστι δὲ βελτίων ὁ ἀστρούθι-
στος καὶ λεῖος, ὄζων ἐρίων οἰσυπηρῶν, ἀνατριβόμενός τε μεθ᾽ ὕδατος ψυχροῦ
ἐν μίακι [8] [καὶ] λευκαινόμενος καὶ οὐδὲν ἔχων ἐν ἑαυτῷ σκληρὸν ἢ συνεστηκὸς
ὥσπερ ὁ δολιζόμενος κηρωτῇ ἢ στέατι. {4} δύναμιν δὲ ἔχει θερμαντικήν, πληρωτι-
κὴν ἑλκῶν, μαλακτικήν, καὶ μάλιστα τῶν περὶ δακτύλιον καὶ ὑστέραν σὺν μελιλώτῳ καὶ βουτύ-
ρῳ, καὶ ἔμμηνα καὶ ἔμβρυα ἐν ἐρίῳ προστιθέμενος ἄγει, πρός τε τὰ ἐν ὠσὶ καὶ [ἐν] αἰ-
δοίῳ σὺν χοινείῳ [9] στέατι. ποιεῖ δὲ καὶ πρὸς περιβεβρωμένους κανθοὺς καὶ ψωρώδεις καὶ βλέφαρα
τετυλωμένα καὶ τριχορροοῦντα. καίεται δὲ ἐπ᾽ ὀστράκου καινοῦ, μέχρι<ς> ἂν τεφρωθὲν
fol. fol.
ἀποβάλῃ τὸ λίπος· συνάγεται δὲ καὶ λιγνὺς ἐξ αὐτοῦ, ὡς ὑπεδείξαμεν, ἁρμόζουσα πρὸς
τὰ ὀφθαλμικά.