Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
corregüela | helxínē ἑλξίνη |
Convolvulus arvensis L. |
4.39 |
φια (511)
Texto provisional
ἑλξίνη· [οἱ δὲ ἑλξῖτιν, οἱ δὲ καννοχερσαία, οἱ δὲ ἀμελξίνην, οἱ δὲ συκοτράγος, οἱ δὲ ψυχουλκός, οἱ δὲ κιττάμπελον, οἱ δὲ κισσάνθεμον, οἱ δὲ ἀνατεταμένον καλοῦσιν, Ῥωμαῖοι βούλουκρουμ μίνους, Αἰγύπτιοι ἀπάπ.] [οἱ δὲ παρθένιον, οἱ δὲ σιδηρῖτις οἱ δὲ Ἡράκλειον, οἱ δὲ ἀγρίαν, οἱ δὲ κλύβατιν, οἱ δὲ πολυώνυμον] [φύεται περὶ θριγκοῖς καὶ τοίχοις. καυλία δέ ἐστι λεπτά, ὑπέρυθρα, φύλλα ὅμοια λινοζώστει, δασέα· περὶ δὲ τοὺς καυλοὺς οἱονεὶ σπερμάτια τραχέα, ἀντιλαμβανόμενα τῶν ἱματίων. δύναμιν δὲ ἔχει τὰ φύλλα ψυκτικήν, στυπτικήν, ὅθεν καταπλασσόμενα ἰᾶται ἐρυσιπέλατα, κονδυλώματα, κατακαύματα, φύγεθλα ἀρχόμενα καὶ πᾶσαν φλεγμονὴν καὶ οἰδήματα. ὁ δὲ χυλὸς αὐτῆς μιγεὶς ψιμυθίῳ ἐρυσιπέλατα καὶ ἕρπητας ὠφελεῖ καταχριόμενος καὶ ποδάγρας σὺν κηρωτῇ κυπρίνῃ ἀναλημφθεὶς ἢ τραγείῳ στέατι· ὠφελεῖ καὶ βήττοντας χρονίως ὁ χυλὸς καταρροφούμενος ὡς κύαθος, καὶ παρισθμίοις φλεγμαίνουσιν ἀναγαργάρισμα καὶ διάχρισμα ὠφέλιμον καὶ ὠταλγίαις σὺν ῥοδίνῳ ἐγχεόμενος.] φύλλα ἔχει ὅμοια κισσῷ, ἐλάττονα δέ, καὶ κλωνία μακρά, περιπλεκόμενα ὅπου ἂν τύχῃ. δύναμιν δὲ ἔχει τῶν φύλλων ὁ χυλὸς πινόμενος λυτικὴν κοιλίας.