Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
avena morisca | brómos βρόμος |
Avena barbata Brot. |
4.137RV |
fol. fol.
χια (611)
Texto provisional
[<περὶ βρώμου·> βρόμος· ἡ πόα. οἱ δὲ
σιφώνιον, οἱ δὲ ἀκρόσπελλος, ῥωμαῖοι ἀβήναμ· πόα ἐστὶν αἰγίλωπι ἐμφερής, δύναμιν
fol. fol.
ἔχουσα ἐπιξηραντικήν· ἀφεψηθεῖσα δὲ σὺν ταῖς ῥίζαις μεθ᾽ ὕδατος, ἕως ἂν εἰς τρίτον ἔλθῃ τὸ ἀπόζεμα, καὶ διυλίσας αὐτὸ ἐπίμισγε μέλι τοσοῦτον καὶ ἕψε, ἕως γένηται πάχος ἔχον ὑγροῦ μέλιτος, καὶ ποιεῖ ἐπὶ τῶν ὀζαινικῶν, εἰ βρέχων ὀθόνιον προστίθης τῷ μυκτῆρι, καὶ καθ᾽ ἑαυτὸ δὲ ποιεῖ οὕτως· τινὲς δὲ καὶ ἀλόην λειώσαντες παρεμμίσγουσι καὶ οὕτως χρῶνται. ποιεῖ δὲ καὶ μετὰ ῥόδων ξηρῶν ἀφεψηθεὶς σὺν οἴνῳ πρὸς τὰς τοῦ στόματος δυσωδίας.]