Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
grasa | stéar στέαρ |
- | 2.76 |
fol. fol.
fol. fol.
fol. fol.
fol. fol.
σε (205)
περὶ στέατος· στέαρ
πρὸς μὲν τὰ περὶ μήτραν ἁρμόζει τὸ νεαρὸν χήνειον ἢ ὀρνίθειον καὶ δίχα ἁλῶν τεταριχευ-
μένον [1], πολέμιον δὲ ὑστέρᾳ τὸ ἡλισμένον καὶ τὸ τῷ χρόνῳ μεταβεβληκὸς εἰς δριμύτητα.
<π>ρόσφατον δὲ λαβών τι τούτων καὶ ἐξυμενίσας ἔμβαλε εἰς λοπάδα καινὴν κεραμεᾶν,
δὶς τοσοῦτον χωροῦσαν ἢ ὅσον ἐστὶ τὸ μέλλον θεραπεύεσθαι, εἶτα θεὶς εἰς ὀξύτατον ἥλιον
τὸ ἀγγεῖον κεκαλυμμένον ἐπιμελῶς, [2] τὸ ἀποτηκόμενον ἀπήθει εἰς ἕτερον ἀγγεῖον ὀστράκινον, ἕως
ἂν ἅπαν δαπανήσῃ· τοῦτο δὲ εἰς κατάψυχρον ἀποτίθεσο τόπον καὶ χρῶ. {2} τινὲς δὲ ἀντὶ <τοῦ> ἡλίου
ὑπὲρ ὕδατος θερμοῦ ἐπερείδονται τὴν λοπάδα ἢ ἐπὶ λεπτῆς καὶ μαλακῆς ἀνθρακιᾶς.
ἔστι δὲ καὶ ἄλλος τρόπος θεραπείας τοιοῦτος· μετὰ τὸ ἐξυμενισθῆναι τὸ στέαρ λεαίνεται καὶ εἰς
λοπάδα ἐμβληθὲν τήκεται, ἁλὸς ὀλίγου καὶ λεπτοῦ προσεμπλασθέντος [3], εἶτα διὰ
ῥάκους λινοῦ διυλισθὲν [4] ἀποτίθεται. ἁρμόζει δὲ τὸ τοιοῦτον εἰς τὰ ἄκοπα. ὕειον δὲ
καὶ ἄρνειον [5] θεραπεύεται οὕτω<ς>·λαβὼν τὸ πρόσφατον καὶ καταπίμελον, οἷόν ἐστι τὸ
νεφριαῖον, <ἔμβαλε> εἰς ὕδωρ δαψιλὲς ὄμβριον ὡς ὅτι ψυχρότατον <καὶ> ἐξυμένισον καὶ τρῖβε ταῖς
fol. fol.
χερσὶν ἐπιμελῶς, ἀνατρίβων αὐτὸ καὶ οἱονεὶ ἀναψύχων [6]· {3} εἶτα ἑτέρῳ ὕδατι πολλάκις
ἀποκλύσας δὸς εἰς χύθραν [7] κεραμέως [8] τὸ διπλάσιον χωροῦσαν, ἐπιχέας τε ὕδωρ, ὡς ὑπερέ-
χειν τοῦ στέατος, θὲς ἐπὶ κούφης ἀνθρακιᾶς καὶ κίνει σπάθῃ. ὅταν δὲ τακῇ, διηθήσας αὐτὸ
δι᾽ ἠθμοῦ εἰς ὕδωρ, καὶ ἐάσας ψυγῆναι πάλιν ἐστραγγισμένον ἐπιμελῶς ἀπόδος εἰς τὴν χύτραν
προπεπλυμένην, ἐπιχέας τε ὕδωρ τῆξον πρα<έ>ως, καὶ καθελὼν μικρόν τε ἐάσας τὴν
τρύγα ὑποστῆναι κατάχεε [9] εἰς θυίαν νενοτισμένην σπόγγῳ. ὅταν δὲ παγῇ, ἀνελόμενος
καὶ τὴν πρὸς τῷ πυθμένι ἀκαθαρσίαν ἀφελὼν τῆξον ἐκ τρίτου χωρὶς ὕδατος, καὶ κατε-
ράσας εἰς θυίαν καθαρίσας τε ἔμβαλε εἰς κεραμεοῦν ἀγγεῖον καὶ πωμάσας κατάθου [10]
εἰς κατάψυχρον τόπον. {4} τράγειον δὲ καὶ προβάτειον, ἔτι δὲ καὶ ἐλάφειον θεραπευ-
τέον [11] οὕτω<ς>· λαβών, οἷον προείρηται, στέαρ οὑτινοσοῦν [12] αὐτῶν καὶ πλύνας ἐξυμενίσας
τε, ὡς προείρηται ἐπὶ τοῦ ὑείου, δὸς εἰς θυίαν μαλάττειν καὶ τρῖβε, κατ᾽ ὀλίγον ὕδωρ ἐπι-
χέων, ἄχρι[ς] ἂν μήτε αἱμάλωψ ἐκκρίνηται μήτε λίπος [13] ἐπιπλέῃ λαμπρόν τε γένηται.
λοιπὸν ἐμβαλὼν αὐτὸ εἰς κεραμεᾶν χύτραν καὶ προσεπιδοὺς ὕδωρ ὥστε ὑπερέχειν
θὲς ἐπὶ κούφης ἀνθρακιᾶς καὶ κίνει. ὅταν δὲ τακῇ ἅπαν, κατεράσας αὐτὸ εἰς ὕδωρ
καὶ ψύξας πλύνας τε τὴν χύτραν ἐκ β' [14] τῆκε καὶ τὰ αὐτὰ τοῖς προειρημένοις ποίει.
{5} τὸ δὲ τρίτον χωρὶς ὕδατος τήξας εἰς νενοτισμένην θυίαν ἀπόθησον [15] καὶ ψυγὲν ἀποτί-
θεσο, ὡς ἐλέγετο ἐπὶ τοῦ ὑείου. καὶ τοῦ βοείου δὲ στέατος ἐξυμενιστέον τὸ νεφριαῖον
καὶ θαλάττῃ πελαγίᾳ πλυτέον, εἶτα εἰς ὅλμον ἐμβλητέον καὶ κοπτέον ἐπιμελῶς,
ἐπι<ρ>ραινομένης τῆς θαλάττης. ὅταν δὲ διαλυθῇ ἅπαν, εἰσβλητέον αὐτὸ εἰς χύτραν
κεραμεᾶν καὶ θάλασσαν ἐπιχυτέον, ὅσσον [16] ὑπερέχειν μὴ ἧττον σπιθαμῆς, ἑψητέον τε,
ἄχρι τὴν ἰδίαν ὀσμὴν ἀποβάλῃ.·{6} εἶτα πρὸς μίαν μνᾶν ἀττικὴν τοῦ στέατος Τυρρηνικοῦ
τυροῦ [17] ὁλκὰς δ' ἐμβλητέον καὶ διηθητέον, ἀφαιρετέον τε τὴν προσκαθημένην ἐν τῷ
πυθμένι ἀκαθαρσίαν καὶ εἰς λοπάδα καινὴν ἀποθετέον· εἴς τε [18] ἥλιον καθ᾽ ἡμέραν κο-
μιστέον περιεσκεπασμένον, ὅπως ἀπολευκανθῇ καὶ τὴν δυσωδίαν ἀποβάλῃ. τὸ δὲ ταύρειον
θεραπευτέον οὕτω<ς>· λαβὼν καὶ τούτου τὸ πρόσφατον καὶ νεφριαῖον ἔκπλυνον ποτα-
μίῳ ῥεύματι, ἐξυμενίσας τε δὸς εἰς χύτραν κεραμεᾶν καινήν, ἁλὸς ὀλίγον προσεμπάσας, {7} καὶ τῆκε·
εἶτα εἰς ὕδωρ διαυγὲς ἀπηθήσας, ὅτε [19] ἀρχὴν λαμβάνῃ πήξεως, ταῖς χερσὶ πάλιν ἔκτρίβων σφοδρῶς
πλῦνον [20], τοῦ μὲν ἀποχεομένου ὕδατος τοῦ δὲ ἐπιχεομένου, ἄχρι[ς] ἂν πλυθῇ καλῶς, καὶ πάλιν εἰς
fol. fol.
χύθραν [21] ἐμβαλὼν ἕψου [22] μετ᾽ οἴνου ἴσου εὐώδους. ὡς δ᾽ ἂν ζέσῃ δίς, ἄρας ἀπὸ τοῦ πυρὸς τὴν
χύθραν [23] ἔασον <ἐν>νυκτερεῦσαι τὸ στέαρ ἐνθάδε· τῇ δ᾽ ἐχομένῃ ἐάν τι τῆς δυσωδίας ὑπολ<ε>ίπηται,
ἀνελόμενος τὸ προειρημένον εἰς ἑτέραν χύτραν καινὴν προσεπίχεον οἶνον εὐώδη καὶ τὰ
αὐτὰ τοῖς προειρημένοις ποίει, ἕως ἂν ἅπασαν τὴν δυσωδίαν ἀποβάλῃ. {8} τήκεται δὲ καὶ
χόνδροις [24] ἁλῶν ἐπ᾽ ἐνίαις διαθέσεσιν, ἐν αἷς οὗτοι ἐναντιοῦνται· γίνεται μέντοι τὸ οὕτω<ς>
σκευασθὲν οὐκ ἄγαν λευκόν. ὡσαύτως δὲ καὶ παρδάλειον σκευαστέον καὶ λεόντειον [25] ἀρω-
ματιστέον δὲ στέαρ μόσχειον καὶ ταύρειον, ἔτι δὲ ἐλάφειον καὶ μυελὸν τοῦδε τοῦ ζῴου τὸν τρό-
πον τοῦτον· ἐξυμενίσας τὸ μέλλον εὐωδιάζεσθαι καὶ πλύνας, ὡς προείπομεν [26], καὶ ζέσας [27]
οἴνῳ ἀθαλάσσῳ τε καὶ εὐώδει, εἶτα ἀνελόμενος καὶ ἐννυκτερεῦσαι ἀφεὶς ἕτερον οἶνον ἐκ [28]
τοῦ αὐτοῦ γένους ἐπίχεε τοσοῦτον τῷ πλήθει, ὅσον ἦν ὁ ἔμπροσθεν δοθείς, καὶ τήξας ἀφυλί-
σας [29] τε ἐπιμελῶς, πρὸς κοτύλας θ' τοῦ στέατος ἔμβαλε σχ<ο>ίνου ἀραβικῆς ὁλκὰς ζ'· {9} ἐὰν δὲ
εὐωδέστερον ποιῆσαι [ἐ]θέλῃς, τοῦ ἄνθους ὁλκὰς μ', προσαπόδος δὲ καὶ φοίνικος [καὶ
κασσίας] καὶ καλάμου τὰς ἴσας ὁλκάς, ἀσπαλάθου τε καὶ ξυλοβαλσάμου ἀνὰ ὁλκὴν μίαν· μεῖξον δὲ
καὶ κιναμώμου καὶ καρδαμώμου καὶ νάρδου [30] ἀνὰ οὐγγίαν α'. πάντα δὲ ἔστω ὁλοσχερέστερα [31] κεκομ-
μένα· εἶτα ἐπίχει [32] οἶνον εὐώδη καὶ ὑπέρειδε [33] ἐπ᾽ ἀνθράκων πεπωμασμένον τὸ ἀγγεῖον
καὶ σύζεσον τρίς, ἄρας τε ἀπὸ τοῦ πυρὸς ἔασον ἐννυκτερεῦσαι αὐτό· τῇ δ᾽ ἐχομένῃ ἀπόχεε
τὸν οἶνον καὶ ἄλλον ἐπιδοὺς τοῦ αὐτοῦ γένους σύζεσον ὁμοίως ἕως [34] τρὶς καὶ ἄφες. πρωὶ δὲ
ἀνελόμενος τὸ στέαρ ἀπόχει [35] τὸν οἶνον, ἐκπλύνας τε τὸ ἀγγεῖον καὶ καθάρας τὸ πρὸς τῷ πυ-
θμένι καὶ τήξας διυλίσας τε αὐτὸ ἀπόθου καὶ χρῶ. {10} ἀρωματίζεται δὲ καὶ τὸ τεθερα-
πευμένον τὸν αὐτὸν τρόπον. προστύφεται δὲ τὰ προειρημένα στέατα πρὸς τὸ ῥᾳδίως
δέξασθαι τὴν τῶν ἀρωμάτων δύναμιν οὕτω<ς>· λαβὼν αὐτῶν ὅ τι ἂν βούλοιο [36] ζέσον ἅμα οἴνῳ,
συγκαθεὶς μυρσίνης κλάδον ἕρπυλλόν τε καὶ κύπερον, ἔτι δὲ ἀσπάλαθον ὁλοσχερέστερον συγκοπέντα·
τινὲς δὲ ἑνὶ τούτων ἀρκοῦνται [τῇ χρήσει]. ὅταν δὲ εἰς [37] τρίτον ἀναζέσῃ, ἀνελόμενος πραέως καὶ
δι᾽ ὀθόνης ὑλίσας ἀρωμάτιζε, ὡς δεδήλωται. {11} ἔτι δὲ καὶ οὕτω<ς> πρόστυφε τὰ στέατα· κόψας
ὅ τι ἂν αὐτῶν θέλῃς, πρόσφατον δὲ καὶ ἀμιγὲς αἵματος τά τε ἄλλα ἔχον, ἃ πολλάκις εἴρη-
ται, <καὶ> ἔμβαλε [38] εἰς λοπάδα καινὴν ἐπιχέας τε οἶνον λευκὸν εὐώδη παλαιὸν, ὡς ὑπερέχειν δακτύ-
λους η', σύζεσον ἐλαφρῷ χρώμενος πυρί, ἕως τὴν σύμφυτον ὀσμὴν ἀποβάλῃ καὶ μᾶλλον οἰνίζῃ.
εἶτα καθελὼν τὸ ἀγγεῖον καὶ ψύξας ἀνελοῦ <τοῦ> στέατος μνᾶς δύο καὶ ἐμβαλὼν εἰς λοπάδα προσεπιδούς τε
fol. fol.
τοῦ αὐτοῦ οἴνου κοτύλας δ' καὶ λωτίνου καρποῦ, οὗ τοῖς ξύλοις οἱ αὐλοποιοὶ παραλαμβάνουσι [39], κεκομμένου
μνᾶς δ' ἕψε πυρὶ κούφῳ διηνεκῶς κινῶν. {12} ὅταν δὲ τὴν στεατώδη ἀποφορὰν ἀποβάλῃ πᾶσαν,
διυλίσας αὐτὸ ψῦχε, καὶ λαβὼν ἀσπαλάθου κεκομμένου μνᾶν μίαν, ἀμαρακίνου δὲ ἄνθους
μνᾶς δ' οἴνῳ φύρασον παλαιῷ καὶ ἔασον μίαν νύκτα ποιεῖν [40]· τῇ δ᾽ ἐχομένῃ εἰς κύθραν [41]
κεραμεᾶν τριχουνιαίαν καινῶν [42] κάθες αὐτὰ [43] καὶ τὸ στέαρ, προσαπόδος δὲ καὶ χοὸς [44] ἥμισυ οἴνου
καὶ σύζεσον ἅπαντα ὁμοῦ· ἕως αὐτὴν δύναμιν καὶ τὴν ὀσμὴν τῶν στυμμάτων [45] ἀπολάβῃ τὸ στέαρ,
καθελὼν αὐτὸ καὶ διυλίσας τῆξον [46] καὶ ἀπόθου [47]. ἐὰν δὲ εὐωδέστερον ποιῆσαι θέλῃς, μίσγε
σμύρνης τῆς λιπαρωτάτης ὁλκὰς η' οἴνῳ διειμένας πολυετεῖ. {13} τὸ δὲ ὀρνίθειον καὶ χοί-
νειον [48] στέαρ οὕτως ἂν εὐωδιασθείη·λαβὼν οἵουτινος αὐτῶν τεθεραπευμένου κοτύλας
δ' καὶ καθεὶς εἰς ὀστρακίνην χύτραν πρόσμειξον ἐρυσισκήπτρου καὶ ξυλοβαλσά-
μου, ἔτι δὲ φοίνικος ἐλάτης καὶ καλάμου ὁλοσχερῶς κεκομμένων ἀνὰ < ιβ',
ἐπιδούς τε οἴνου λεσβίου παλαιοῦ κύαθον α' θὲς ἐπ᾽ ἀνθρακιᾶς καὶ σύζεσον τρίς·
εἶτα ἀνελόμενος ἀπὸ τοῦ πυρὸς τὸ ἀγγεῖον καὶ ἐάσας ψυγῆναι τὰ ἐν αὐτῷ ἡμέραν [μίαν]
καὶ νύκτα, τῇ ἐχομένῃ τῆξον αὐτά, καὶ διὰ ῥάκους λινοῦ καὶ καθαροῦ χύλισον [49] εἰς κα-
θαρὸν [50] ἀγγεῖον. {14} ὅταν δὲ παγῇ, ἀνελόμενος κόγχῳ τὸ προειρημένον εἰς κεραμεοῦν ἀγγεῖ-
ον βάλε [καινὸν] καὶ πωμάσας στεγανῶς ἀπόθου ἐν καταψύχρῳ τόπῳ· χειμῶνος δὲ
ταῦτα δραστέον, ἐν γὰρ θέρει οὐ πήγνυται. τινὲς δὲ πρὸς τὴν σύστασιν αὐτοῦ καὶ τὴν πῆ-
ξιν βραχὺ κηροῦ τυρρηνικοῦ μίσγουσιν. τῷ δὲ αὐτῷ τρόπῳ ἀρωματιστέον καὶ τὸ ὕειον <καὶ> ἄρ-
κειον καὶ τὰ ὅμοια. σαμψουχίζεται δὲ στέαρ οὕτω<ς>· λαβὼν τοῦ καλῶς τεθεραπευμένου
ὅσον μνᾶν μίαν, ἔστω δὲ μᾶλλον ταύρειον. καὶ σαμψούχου ὡρίμου τεθλασμένου ἐπιμελῶς
μνᾶν α' ς'' [51] μεῖξον καὶ μαγίδας ἀνάπλασον ἐπιρραίνων [52] δαψιλέστερον οἶνον, εἶτα
ἀποθέμενος αὐτὰς εἰς ἀγγεῖον καὶ σκεπάσας ἔασον ἐννυκτερεῦσαι. {15} πρωὶ δὲ εἰς κύθραν [53] κεραμεᾶν
ἐμβαλὼν καὶ ὕδωρ ἐπιχέας ἕψε κούφως. ὅταν δὲ τὴν ἰδίαν ὀσμὴν ἀποβάλῃ τὸ στέαρ, διη-
λύσας [54] αὐτὸ καὶ ἐάσας μεῖναι ὅλην τὴν νύκτα πεπωμασμένον καλῶς, τῇ ἐπιούσῃ ἀνελό-
μενος τὸν τροχίσκον καὶ προσαποξύσας τὴν ἐν τῷ πυθμένι ῥυπαρίαν μεῖξον πάλιν σαμ-
ψ<ο>ύχου κεκομμένου, ὡς εἴρηται, ἄλλην μνᾶν α΄ ς''. καὶ ὡσαύτως ἀνάπλασσε [55], μαγίδας <τε> ποιῶν καὶ
τὰ ἄλλα ἃ προείρηται [56]· ἐπὶ πᾶσι δὲ ἑψήσας καὶ διυλίσας ἀφελών τε, εἴ τις πρὸς τῷ πυθμένι
ῥυπαρία ὑπάρχοι, ἀπόθου ἐν καταψύχρῳ τόπῳ. {16} εἰ δὲ ἀθεράπευτον στέαρ χήνειον ἢ ὀρνίθειον ἢ μόσχειον
fol. fol.
θέλοι τις ἄσηπτον διατηρῆσαι, οὕτω<ς> ποιητέον αὐτό· λαβὼν πρόσφατον, ὁποῖον ἂν βούλοιο [57],
ἔκπλυνον ἐπιμελῶς καὶ διαψύξας ἐπὶ κοσκιᾷ [58], μετὰ τὸ ξηρανθῆναι ἔμβαλε εἰς ὀθόνην [κα-
θαρὰν] καὶ ταῖς χερσὶν ἐκπίεσον ἐρρωμένως, εἶτα λίνῳ. διείρας κρέμασον ἐν τόπῳ σκιε-
ρῷ· μετὰ δὲ ἡμέρας πολλὰς καινῷ ἀποδήσας χάρτῃ ἀποτίθεσο ἐν καταψύχρῳ τόπῳ. ἄση-
πτα <δὲ> διαμένει καὶ ἐν μέλιτι ἀποτεθέντα. {17} δύναμιν δὲ ἔχει τὰ στέατα πάντα θερμαντικήν,
[μαλακτικὴν, ἀρωματικήν]. τὸ μέντοι ταύρειον στύφει ποσῶς καὶ τὸ βόειον καὶ τὸ μόσχειον, καὶ
τὸ λεόντειον δὲ ἀναλογεῖ τούτοις· φασὶ δὲ αὐτὸ καὶ ἀντιφάρμακον τοῖς ἐπιβουλεύουσιν εἶναι.
τὸ δὲ ἐλεφάντειον καὶ ἐλάφειον ἑρπετὰ διώκει καταχριόμενον· τὸ δὲ αἴγειον στυπτικώ-
τερον, ὅθεν δυσεντερικοῖς δίδοται σὺν ἀλφίτῳ [καὶ ῥοὶ] καὶ τυρῷ, καθεψόμενον [59] ἐγκλύζεταί [τε]
μετὰ πτισάνης χυλοῦ. εὐθετεῖ δὲ καὶ φθισικοῖς ἐν ῥοφήμασιν ὁ ἐξ αὐτῶν ζωμός, καὶ τοῖς καν-
θαρίδας πεπωκόσιν ὠφελίμως δίδοται. {18} τὸ δὲ τράγειον, διαλυτικώτατον [60] ὄν, βοηθεῖ ποδαγρικοῖς φυ-
ραθὲν σὺν αἰγὸς σπυράθοις καὶ κρόκῳ καὶ ἐπιτιθέμενον, καὶ τὸ προβάτειον δὲ ἀναλογεῖ τούτῳ.
ὕειον δὲ [ἀναλογεῖ] τοῖς περὶ ὑστέραν καὶ ἕδραν [ὃ] καὶ πυρικαύστοις ἁρμόζει· τὸ δὲ ταριχηρὸν
ὕειον ὡς ὅτι παλαιότατον θερμαίνει [καὶ] μαλάσσει, οἴνῳ δὲ πληθὲν [61] ἁρμόζει πλευριτικοῖς, σὺν τέφρᾳ
ἢ ἀσβέστῳ ἀναλημφθέν, καὶ πρὸς οἰδήματα καὶ φλεγμονάς [καὶ συρίγγας]. τὸ δὲ ὄνειόν φασιν
οὐλὰς ὁμόχρους ποιεῖν, χήνειον δὲ καὶ ὀρνίθειον πρός <τε> τὰ γυναικεῖα καὶ ἐπιρρήξεις χυ-
λῶν [62] καὶ προσώπων ἐπιμέλειαν καὶ ὠταλγίας ἁρμόζει, τὸ δὲ ἄρκειον δοκεῖ τριχοφυὲς εἶναι
ἀλωπεκιῶν καὶ χιμετλιῶσιν ἁρμόζει. {19} τὸ δὲ τῆς ἀλώπεκος στέαρ <ποιεῖ> πρὸς ὠταλγίας, τὸ δὲ τῶν
ποταμίων ἰχθύων ὀξυδερκὲς ἐγχριόμενον, ἀποτακὲν ἐν ἡλίῳ καὶ μέλιτι μιγέν, τὸ δὲ τῆς ἐ-
χίδνης πρὸς ἀμβλυωπίας, ἔτι δὲ ὑποχύσεις ἐνεργεῖ, μιγὲν κεδρίᾳ καὶ μέλιτι ἀττικῷ καὶ
ἐλαίῳ παλαιῷ ἴσον, ἐκτιλθείσας δὲ τὰς ἐν μασχάλῃ τρίχας πρὸς ταῖς ῥίζαις καταχρισθὲν καθ᾽ ἑ-
αυτὸ πρόσφατον ἐξιτήλους ποιεῖ.