Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
corazoncillo | áskyron ἄσκυρον |
Hypericum perforatum L. |
3.155 |
υξθ (469)
Texto provisional
ἄσκυρον· οἱ δὲ ἀσκυροειδές, οἱ δὲ ἀνδρόσαιμον. καὶ τοῦτο εἶδός ἐστιν ὑπερικοῦ μεγέθει διαφέρον, κλωσὶ μεῖζον, φρυγανωδέστερον δὲ καὶ πεφοινιγμένον· ἄνθη δὲ μήλινα φέρει, καρπὸν ὅμοιον ὑπερικῷ, ὄζοντα ῥητίνης καὶ ἐν τῷ παρατριβῆναι οἱονεὶ αἱμάσσοντα τοὺς δακτύλους, ὡς διὰ τοῦτο ἀνδρόσαιμον καλεῖσθαι. ποιεῖ δὲ καὶ ὁ τούτου καρπὸς πρὸς ἰσχιάδας πινόμενος μεθ᾽ ὑδρομέλιτος κοτυλῶν δυεῖν· ἄγει δὲ χολώδη καὶ κόπρια πολλά· συνεχῶς δὲ δεῖ διδόναι, ἄχρι ἂν ὑγιασθῶσι. ποιεῖ καὶ πρὸς πυρίκαυτα ἐπιπλασθεῖσα.