Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
tejo | smîlax σμῖλαξ |
Taxus baccata L. |
4.79 |
φνα (551)
Texto provisional
σμῖλαξ· οἱ δὲ σμῖλον, [οἱ δὲ τιθύμαλλον,] Ῥωμαῖοι δὲ τάξον καλοῦσι· δένδρον ἐστὶν ἐλάτῃ παραπλήσιον φύλλοις καὶ μεγέθει, ἐν Ἰταλίᾳ καὶ ἐν Ναρβωνίᾳ τῇ κατὰ τὴν Σπανίαν φυόμενον. τοῦ δ᾽ ἐν Ἰταλίᾳ γεννωμένου τὸν καρπὸν ὀρνύφια ἐσθίοντα πνίγεται, ἄνθρωποι δὲ προσενεγκάμενοι διαρροίαις περιπίπτουσι. τὸ δ᾽ ἐν τῇ Ναρβωνίᾳ τοσαύτης μετέχει δυνάμεως, ὡς καὶ ἐκ τῆς σκιᾶς τοὺς ὑποκαθίσαντας ἢ κοιμηθέντας βλάπτεσθαι, πολλάκις δὲ καὶ θνῄσκειν. ἱστορεῖται δὲ περὶ αὐτῆς χάριν τοῦ προφυλάσσεσθαι.