Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
polio | pólion oreinón πόλιον ὀρεινόν |
Teucrium polium L. |
3.110 |
fol. fol.
υκϚ (426)
Texto provisional
<περὶ πολίου·> πόλιον· [οἱ δὲ τεύθριον, οἱ δὲ φευξασπίδιον, οἱ δὲ ἀχαιμε-
νίς, οἱ δὲ ἐβενῖτις, οἱ δὲ μελίοσμον, οἱ δὲ βόλιον, οἱ δὲ λεοντοχάρων.] τὸ μέν ἐστιν ὀρεινόν,
ὃ καὶ τεύθριον καλεῖται, οὗ καὶ ἡ χρῆσις. θαμνίον δέ ἐστι λευκόν, λεπτόφυλλον, σπιθαμιαῖον,
καρποῦ πλῆρες, ἔχον κεφάλιον ἐπ᾽ ἄκρου κορυμβοειδές, μικρόν, ὡς πολιὰν τρίχα, βαρύοσμον
fol. fol.
μετὰ ποσῆς εὐωδίας. τὸ δὲ ἕτερον θαμνωδέστερον, οὐχ οὕτως εὔτονον τῇ ὀσμῇ καὶ ἀδρανέστερον κατὰ δύναμιν. δύναται δὲ αὐτῶν τὸ ἀπόζεμα πινόμενον ἀρήγειν θηριοδήκτοις, ὑδρωπικοῖς, ἰκτεριώδεσι, σπληνικοῖς δὲ σὺν ὄξει. ἔστι δὲ κεφαλαλγὲς καὶ κακοστόμαχον· ἄγει δὲ καὶ κοιλίαν καὶ ἔμμηνα. ὑποστρωννύμενον δὲ καὶ θυμιώμενον θηρία διώκει, καταπλασσόμενον δὲ τραύματα κολλᾷ.